Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περσῶν μετὰ πεντακοσίων μυριάδων ἐπὶ τὴν Ἑλλάδα
ἐρχομένων, 1 Λεωνίδας ἅμα τριακοσίοις
ἐπέμφθη εἰς
Θερμοπύλας ὑπὸ Λακεδαιμονίων. εὐωχουμένοις δ᾽ ἐκεῖ ἐπέκειτο τὸ τῶν
βαρβάρων πλῆθος: καὶ ὁ Λεωνίδας εἶπεν ἰδὼν τοὺς βαρβάρους ‘οὕτως
ἀριστᾶτε ὡς ἐν Ἅιδου δειπνήσοντες.’ καὶ ὁρμήσας κατὰ τῶν βαρβάρων
καὶ πολλοῖς περιπαρεὶς δόρασιν [p. 358] ἀνέβη 2 ἐπὶ τὸν Ξέρξην
καὶ τὸ διάδημα ἀφείλετο. οὗ ἀποθανόντος ὁ βάρβαρος τέμνει 3 τὴν καρδίαν καὶ εὗρε δασεῖαν: ὡς
Ἀριστείδης 4 ἐν πρώτῃ
Περσικῶν. Ῥωμαῖοι πρὸς Ποινοὺς πόλεμον ἔχοντες
ἔπεμψαν τριακοσίους καὶ στρατηγὸν Φάβιον
Μάξιμον. συμβαλὼν δ᾽
ἀπέβαλε πάντας, αὐτὸς δὲ καιρίως τρωθεὶς μεθ᾽ ὁρμῆς ἐπὶ τὸν Ἀννίβαν
ἠνέχθη, καὶ καθελὼν τὸ διάδημα συναπέθανεν αὐτῷ, καθάπερ ἱστορεῖ
Ἀριστείδης 5 ὁ
Μιλήσιος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.