οὗτος ὁ τῆς Τύχης λόγος ἐστίν, ἴδιον καὶ μόνης αὑτῆς ἔργον ἀποφαινομένης Ἀλέξανδρον. δεῖ δ᾽ ἀντειπεῖν ὑπὲρ φιλοσοφίας, μᾶλλον δ᾽ ὑπὲρ Ἀλεξάνδρου δυσχεραίνοντος καὶ ἀγανακτοῦντος, εἰ προῖκα δόξει καὶ παρὰ τῆς Τύχης λαβεῖν τὴν ἡγεμονίαν, ἣν ὤνιον αἵματος πολλοῦ καὶ τραυμάτων ἐπαλλήλων κτώμενος
πολλὰς μὲν ἀύπνους νύκτας ἴαυεν,πρὸς ἀμάχους δυνάμεις καὶ ἄπειρα φῦλα καὶ ποταμοὺς ἀπεράτους καὶ πέτρας ἀτοξεύτους, εὐβουλίᾳ καὶ καρτερίᾳ καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ παραπεμπόμενος.
ἤματα δ᾽ αἱματόεντα διέπρησσεν πολεμίζων