παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου1 παρώξυνεν εἰπεῖν
ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσ᾽ αἰσχρῶς δόμους:2 καὶ τὸν Ἀλέξανδρον ὁ Καλλισθένης εἰπὼν, τῆς μεγάλης κύλικος περιφερομένης, ‘οὐ βούλομαι πιὼν Ἀλεξάνδρου Ἀσκληπιοῦ δεῖσθαι.’ καθάπερ οὖν τὴν φλόγα θριξὶ λαγῴαις ἀναπτομένην καὶ θρυαλλίσι καὶ συρφετῷ ῥᾴδιόν ἐστιν ἐπισχεῖν: ἐὰν δ᾽ ἐπιλάβηται τῶν στερεῶν καὶ βάθος ἐχόντων, ταχὺ διέφθειρε καὶ συνεῖλεν ‘ὑψηλὸν ἡβάσασα 3 τεκτόνων πόνον’ ὥς φησιν Αἰσχύλος: οὕτως [p. 183] ὁ τῷ θυμῷ προσέχων ἐν ἀρχῇ καὶ κατὰ μικρὸν ἔκ τινος λαλιᾶς καὶ βωμολοχίας συρφετώδους ὁρῶν