previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέγιστον μέντοι πρὸς τὴν τοῦ πάθους ἀποτροπὴν ἐθισμός, ἐὰν πόρρωθεν ἀρξάμενοι γυμνάζωμεν ἑαυτοὺς καὶ διδάσκωμεν 1 ἐπὶ ταύτην τὴν ἐγκράτειαν: καὶ γὰρ αὔξησις ἔθει γέγονε, τοῦ νοσήματος κατὰ μικρὸν εἰς τὸ πρόσω χωροῦντος: ὃν δὲ τρόπον, [p. 348] εἰσόμεθα περὶ τῆς ἀσκήσεως ὁμοῦ διαλεγόμενοι. πρῶτον μὲν οὖν ἀπὸ τῶν βραχυτάτων καὶ φαυλοτάτων ἀρξώμεθα. τί γὰρ χαλεπόν ἐστιν ἐν ταῖς ὁδοῖς τὰς ἐπὶ τῶν τάφων ἐπιγραφὰς μὴ ἀναγιγνώσκειν, τί δυσχερὲς ἐν τοῖς περιπάτοις τὰ κατὰ τῶν τοίχων γράμματα 2 τῇ ὄψει παρατρέχειν, ὑποβάλλοντας αὑτοῖς ὅτι χρήσιμον οὐδὲν οὐδ᾽ ἐπιτερπὲς ἐν τούτοις γέγραπται: ἀλλ᾽ἐμνήσθη δεῖνα τοῦ δεῖνος ἐπ᾽ ἀγαθῷ καὶφίλων ἄριστοςὅδε τις, καὶ πολλὰ τοιαύτης γέμοντα φλυαρίας: δοκεῖ μὲν οὐ βλάπτειν ἀναγιγνωσκόμενα, βλάπτει δὲ λεληθότως τῷ μελέτην παρεμποιεῖν τοῦ ζητεῖν τὰ μὴ προσήκοντα; καὶ καθάπερ οἱ κυνηγοὶ τοὺς σκύλακας οὐκ ἐῶσιν ἐκτρέπεσθαι καὶ διώκειν πᾶσαν ὀδμήν, ἀλλὰ τοῖς ῥυτῆρσιν ἕλκουσι καὶ ἀνακρούουσι, καθαρὸν αὐτῶν φυλάττοντες καὶ ἄκρατον τὸ αἰσθητήριον ἐπὶ τὸ οἰκεῖον ἔργον, ἵν᾽ εὐτονώτερον ἐμφύηται τοῖς ἴχνεσι
πέλματα 3 θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν:
οὕτω δεῖ τὰς ἐπὶ πᾶν θέαμα καὶ πᾶν ἄκουσμα τοῦ πολυπράγμονος ἐκδρομὰς καὶ περιπλανήσεις ἀφαιρεῖν καὶ ἀντισπᾶν ἐπὶ τὰ χρήσιμα φυλάττοντας. ὥσπερ γὰρ οἱ ἀετοὶ καὶ οἱ λέοντες ἐν τῷ περιπατεῖν συστρέφουσιν εἴσω τοὺς ὄνυχας, ἵνα μὴ τὴν ἀκμὴν αὐτῶν καὶ τὴν ὀξύτητα κατατρίβωσιν, οὕτω τὸ πολύπραγμον τοῦ φιλομαθοῦς ἀκμήν τινα καὶ στόμωμα νομίζοντες ἔχειν καταναλίσκωμεν ἐν τοῖς ἀχρήστοις μηδ᾽ ἀπαμβλύνωμεν. [p. 349]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: