Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἠσπάσαθ᾽ ἡμᾶς: ἀλλ᾽ ἔθους ἕνεκα, κἂν ᾖ παρὰ μικρόν, αἱρεῖσθαι τὸ
βέλτιον: ὥσπερ οἱ Πυθαγορικοὶ παρεφύλαττον ἀεὶ μηδέποτε τῷ δεξιῷ μηρῷ
τὸν εὐώνυμον ἐπιτιθέναι, μηδὲ τὸν ἄρτιον ἀντὶ τοῦ περιττοῦ λαβεῖν, τῶν ἄλλων ἐπ᾽ ἴσης ἐχόντων. ἐθιστέον δέ,
καὶ θυσίαν ποιούμενον ἢ γάμον ἤ τινα ἄλλην τοιαύτην ὑποδοχὴν μὴ τὸν
ἀσπασάμενον καλεῖν ἢ προσδραμόντα μᾶλλον ἢ τὸν εὔνουν καὶ χρηστόν: ὁ
γὰρ οὕτως ἐθισθεὶς καὶ ἀσκήσας δυσάλωτος
ἔσται, μᾶλλον δ᾽ ὅλως ἀνεπιχείρητος ἐν τοῖς μείζοσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.