Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παραδιδόντες, ἀλλ᾽ αἴσχιον ἀνατρέπονται καὶ πίπτουσιν, οἱ μὲν ἔχθρας καὶ
κολάσεις ἀνιέντες ἀνθρώποις πονηροῖς, ἵν᾽ ἐλεήμονες καὶ φιλάνθρωποι καὶ
συμπαθεῖς κληθῶσιν οἱ δὲ τοὐναντίον ἀπεχθείας καὶ κατηγορίας οὐκ ἀναγκαίας οὐδ᾽ ἀκινδύνους ἀναδέξασθαι πεισθέντες
ὑπὸ τῶν ἐπαινούντων ὡς μόνους ἄνδρας καὶ μόνους ἀκολακεύτους καὶ νὴ
Δία στόματα καὶ φωνὰς προσαγορευόντων. διὸ καὶ Βίων ἀπείκαζε τοὺς
τοιούτους ἀμφορεῦσιν, ἀπὸ τῶν ὤτων ῥᾳδίως
μεταφερομένοις. ὥσπερ Ἀλεξῖνον ἱστοροῦσι τὸν σοφιστὴν πολλὰ φαῦλα λέγειν
ἐν τῷ περιπάτῳ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.