Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἢ Λυκοῦργος ὁ Λακεδαιμόνιος ἢ Πιττακὸς ὁ Λέσβιος. καίτοι γε καὶ Δημοσθένης ἐν τῷ δικανικῷ τὸ λοίδορον ἔχει μόνον, οἱ δὲ Φιλιππικοὶ καθαρεύουσι καὶ σκώμματος καὶ βωμολοχίας ἁπάσης: τὰ γὰρ τοιαῦτα τῶν ἀκουόντων μᾶλλον αἰσχύνει τοὺς λέγοντας, ἔτι δὲ 1 καὶ σύγχυσιν ἀπεργάζεται τῶν πραγμάτων καὶ διαταράττει τὰ βουλευτήρια καὶ τὰς ἐκκλησίας. ὅθεν ἄρισθ᾽ ὁ Φωκίων ὑπεκστὰς τῷ λοιδοροῦντι καὶ παυσάμενος τοῦ λέγειν, ἐπεὶ μόλις ἐσιώπησεν ὁ ἄνθρωπος, αὖθις παρελθὼν ‘οὐκοῦν’ ἔφη ‘ περὶ μὲν τῶν ἱππέων καὶ τῶν ὁπλιτῶν [p. 92] ἀκηκόατε, λείπεται δέ μοι περὶ τῶν ψιλῶν καὶ πελταστῶν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.