Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μεγάλην πρὸς τὸ κακὸν διαφορὰν ἔχοντος, τὸν ἐκ φαύλου γιγνόμενον σπουδαῖον ἀγνοεῖν τοῦτο καὶ τῆς ἀρετῆς μὴ αἰσθάνεσθαι παρούσης ἀλλ᾽ οἴεσθαι τὴν κακίαν αὐτῷ παρεῖναι, πῶς οὐκ ἔστιν ἀτοπώτατον;
ἢ γὰρ οὐδεὶς ἀγνοεῖν ἢ ἀπιστεῖν δύναται
τὰς ἀρετὰς ἔχων ἁπάσας, ἢ μικρὰ τίς ἐστι καὶ παντάπασι δυσθεώρητος ἡ διαφορὰ τῆς ἀρετῆς πρὸς
τὴν κακίαν καὶ τῆς εὐδαιμονίας πρὸς τὴν κακοδαιμονίαν
[p. 241]
καὶ τοῦ καλλίστου βίου πρὸς τὸν αἴσχιστον,
εἰ ταῦτά τις ἀντ᾽ ἐκείνων κτησάμενος ἑαυτὸν λέληθε.
μία σύνταξις ἡ περὶ Βίων τέτταρα βιβλία: τούτων ἐν τῷ τετάρτῳ λέγει τὸν σοφὸν ἀπράγμονὰ
τ᾽ εἶναι καὶ ὀλιγοπράγμονα καὶ τὰ αὑτοῦ πράττειν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.