previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

44. Λιουίαν ἔγημεν. ἦν δὲ θυγάτηρ μὲν Λιουίου Δρούσου, ὃς ἔν τε τοῖς ἐκτεθεῖσιν ἐν τῷ λευκώματι ἐγεγόνει καὶ ἑαυτὸν μετὰ τὴν ἐν τῇ Μακεδονίᾳ ἧτταν κατεκέχρητο, 1 γυνὴ δὲ τοῦ Νέρωνος, μεθ᾽ οὗ συνδιέφυγεν, ὥσπερ εἴρηται: καὶ ἐκύει γε [2] ἐξ αὐτοῦ μῆνα ἕκτον. διστάζοντος γοῦν τοῦ Καίσαρος, καὶ πυθομένου τῶν ποντιφίκων εἴ οἱ ὅσιον ἐν γαστρὶ ἔχουσαν αὐτὴν ἀγαγέσθαι εἴη, ἀπεκρίναντο ὅτι εἰ μὲν ἐν ἀμφιβόλῳ τὸ κύημα ἦν, ἀναβληθῆναι τὸν γάμον ἐχρῆν, ὁμολογουμένου δὲ αὐτοῦ οὐδὲν κωλύει ἤδη αὐτὸν γενέσθαι, τάχα μέν που καὶ ὄντως ἐν τοῖς πατρίοις τοῦτο εὑρόντες, πάντως δ᾽ ἄν, εἰ καὶ μὴ εὗρον αὐτό, εἰπόντες. [3] ἐξέδωκε δὲ αὐτὴν αὐτὸς ἀνὴρ ὥσπερ τις πατήρ. καί τι καὶ τοιοῦτον ἐν τῇ ἑστιάσει σφῶν συνηνέχθη: παιδίον τι τῶν ψιθύρων, οἷα αἱ γυναῖκες γυμνὰ ὡς πλήθει ἀθύρουσαι τρέφουσιν, ἰδὸν χωρὶς μὲν τὴν Λιουίαν μετὰ τοῦ Καίσαρος χωρὶς δὲ τὸν Νέρωνα μεθ᾽ ἑτέρου τινὸς κατακείμενον, [p. 314] προσῆλθέ τε αὐτῇ καὶ ἔφη, ‘τί ποιεῖς ἐνταῦθα, κυρία; γὰρ ἀνήρ σου,’ δείξας αὐτόν, [4]ἐκεῖ κατάκειται.’ ταῦτα μὲν οὖν οὕτως ἐπράχθη, συνοικοῦσα δὲ ἤδη γυνὴ τῷ Καίσαρι τίκτει Κλαύδιον Δροῦσον Νέρωνα. καὶ αὐτὸν Καῖσαρ καὶ ἀνείλετο καὶ τῷ πατρὶ ἔπεμψεν, αὐτὸ τοῦτο ἐς τὰ ὑπομνήματα ἐγγράψας, ὅτι Καῖσαρ τὸ γεννηθὲν Λιουίᾳ τῇ ἑαυτοῦ γυναικὶ [5] παιδίον Νέρωνι 2 τῷ πατρὶ ἀπέδωκε. καὶ ἐκεῖνος 3 τελευτῶν οὐ 4 πολλῷ ὕστερον ἐπίτροπον καὶ τούτῳ καὶ τῷ Τιβερίῳ αὐτὸν τὸν Καίσαρα κατέλιπεν. δ᾽ οὖν ὅμιλος ἄλλα τε ἐπὶ τούτῳ πολλὰ διεθρύλει, καὶ τοῖς εὐτυχοῦσι τρίμηνα παιδία γεννᾶσθαι ἔλεγεν, ὥστε καὶ ἐς παροιμίαν τὸ ἔπος προχωρῆσαι.

1 kateke/xrhto Bs., katekexrh/sato M.

2 *ne/rwni M, *ne/rwna L.

3 e)kei=nos Xiph., e)kei=nos te LM.

4 ou) Xiph., om. LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: