[6] ὡς καὶ Τίτος [p. 196] τῶν ἐπὶ Κρήτης ἐκκλησιῶν. Λουκᾶς δὲ τὸ μὲν γένος ὢν τῶν ἀπ̓ Ἀντιοχείας, τὴν ἐπιστήμην δὲ ἰατρός, τὰ πλεῖστα συγγεγονὼς τῷ Παύλῳ, καὶ τοῖς λοιποῖς δὲ οὐ παρέργως τῶν ἀποστόλων ὡμιληκώς, ἧς ἀπὸ τούτων προσεκτήσατο ψυχῶν θεραπευτικῆς ἐν δυσὶν ἡμῖν ὑποδείγματα θεοπνεύστοις κατέλιπεν βιβλίοις, τῷ τε εὐαγγελίῳ, ὃ 1 καὶ χαράξαι μαρτύρεται καθ̓ ἃ παρέδοσαν αὐτῷ οἱ ἀπ̓ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, οἷς καί φησιν ἔτ̓ ἄνωθεν ἅπασι παρηκολουθηκέναι, καὶ ταῖς τῶν ἀποστόλων Πράξεσιν, ἃς οὐκέτι δἰ ἀκοῆς, ὀφθαλμοῖς δὲ παραλαβὼν συνετάξατο.