previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ οἱ μὲν περὶ τὸν Ἁβροκόμην ἐν τούτοις ἦσαν: ἡμερῶν δὲ διαγενομένων ὀλίγων μὲν Ἄψυρτος ἐπ̓ ἄλλην ἐμπορίαν εἰς Συρίαν ἀπῆλθε, θυγάτηρ δὲ αὐτοῦ, Μαντὼ ὄνομα, ἠράσθη τοῦ Ἁβροκόμου: ἦν δὲ καλὴ καὶ ὡραία γάμων ἤδη, πολὺ δὲ τοῦ Ἀνθείας κάλλους ἀπελείπετο. [2] Αὕτη Μαντὼ ἐκ τῆς συνήθους μετὰ τοῦ Ἁβροκόμου διαίτης ἁλίσκεται καὶ ἀκατασχέτως εἶχε καὶ ἠπόρει τι ποιήσαι: οὔτε γὰρ πρὸς τὸν Ἁβροκόμην εἰπεῖν ἐτόλμα, γυναῖκα εἰδυῖα ἔχοντα καὶ πείσειν οὐδέποτε ἐλπίζουσα, οὔτε ἄλλῳ τινὶ τῶν ἑαυτῆς δέει τοῦ πατρός: [3] δἰ δὴ καὶ μᾶλλον ἀνεκάετο καὶ διέκειτο πονήρως: καὶ οὐκέτι καρτεροῦσα ἔγνω πρὸς τὴν Ῥόδην, τὴν σύντροφον τῆς Ἀνθείας, οὖσαν ἡλικιῶτιν καὶ κόρην, κατειπεῖν τὸν ἔρωτα: ταύτην γὰρ μόνην ἤλπιζε συνεργήσειν αὐτῇ πρὸς τὴν ἐπιθυμίαν. [4] Καὶ δὴ σχολῆς λαβομένη ἄγει τὴν κόρην πρὸς τὰ πατρῷα ἐπὶ τῆς οἰκίας ἱερά, καὶ δεῖται μὴ κατειπεῖν αὐτῆς καὶ ὅρκους λαμβάνει καὶ λέγει τὸν ἔρωτα τοῦ Ἁβροκόμου καὶ ἱκετεύει συλλαβέσθαι καὶ πολλὰ ὑπέσχετο συλλαβομένῃ. [5] Ἔφη δ̓ἴσθι μὲν οἰκέτις οὖσα ἐμή, ἴσθι δὲ ὀργῆς πειρασομένη βαρβάρου καὶ ἠδικημένης.’ Ταῦτα εἰποῦσα ἀπέπεμπε τὴν Ῥόδην: δὲ ἐν ἀμηχάνῳ κακῷ ἐγεγόνει: τὸ γὰρ εἰπεῖν Ἁβροκόμῃ παρῃτεῖτο, φιλοῦσα τὴν Ἄνθειαν: πάνυ δὲ ἐδεδοίκει τῆς βαρβάρου τὴν ὀργήν. [6] Ἔδοξεν οὖν αὐτῇ καλῶς [p. 349] ἔχειν Λεύκωνι πρῶτον ἀνακοινῶσαι τὰ ὑπὸ τῆς Μαντοῦς εἰρημένα. Ἤν δὲ καὶ τῇ Ῥόδῃ κοινωνήματα ἐξ ἔρωτος γενόμενα πρὸς Λεύκωνα, καὶ συνῆσαν ἀλλήλοις ἔτι ἐν Ἐφέσῳ. [7] Τότε δὴ λαβομένη μόνου Λεύκωνἔφη, ‘ἀπολώλαμεν τελέως: νῦν οὐκέτι τοὺς συντρόφους ἕξομεν: τοῦ δεσπότου θυγάτηρ Ἀψύρτου ἐρᾷ μὲν Ἁβροκόμου σφοδρὸν ἔρωτα, ἀπειλεῖ δέ, [8] εἰ μὴ τύχοι, δεινὰ ἡμᾶς ἐργάσεσθαι: σκόπει τοίνυν τί δεῖ ποιεῖν: τὸ γὰρ ἀντειπεῖν τῇ βαρβάρῳ σφαλερόν, τὸ δὲ ἀποζεῦξαι Ἁβροκόμην Ἀνθείας ἀδύνατον.’ Ἀκούσας Λεύκων δακρύων ἐνεπλήσθη, μεγάλας ἐκ τούτων συμφορὰς προσδοκῶν: ὀψὲ δὲ ἀνενεγκὼνσιώπαἔφη, ‘Ῥόδη, ἐγὼ γὰρ ἕκαστα διοικήσω.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: