previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

29.

τῷ δὲ Παυσανίᾳ τὸ πάθος ἀγγέλλεται καθ᾽ ὁδὸν ἐκ Πλαταιῶν εἰς Θεσπιὰς πορευομένῳ: καὶ συνταξάμενος ἧκε πρὸς τὸν Ἁλίαρτον. ἧκε δὲ καὶ Θρασύβουλος ἐκ Θηβῶν ἄγων τοὺς Ἀθηναίους. βουλευομένου δὲ τοῦ Παυσανίου τοὺς νεκροὺς ὑποσπόνδους ἀπαιτεῖν, δυσφοροῦντες οἱ πρεσβύτεροι τῶν Σπαρτιατῶν αὐτοί τε καθ᾽ ἑαυτοὺς ἠγανάκτουν, καὶ τῷ βασιλεῖ προσιόντες ἐμαρτύραντο μὴ διὰ σπονδῶν ἀναιρεῖσθαι Λύσανδρον, ἀλλὰ δι᾽ ὅπλων περὶ τοῦ σώματος ἀγωνισαμένους καὶ νικήσαντας οὕτω τὸν ἄνδρα θάπτειν, ἡττωμένοις δὲ καλὸν ἐνταῦθα κεῖσθαι μετὰ τοῦ στρατηγοῦ. [2] ταῦτα τῶν πρεσβυτέρων λεγόντων ὁρῶν Παυσανίας μέγα μὲν ἔργον ὑπερβαλέσθαι μάχῃ τοὺς Θηβαίους ἄρτι κεκρατηκότας, ἐγγὺς δὲ τῶν τειχῶν τὸ σῶμα τοῦ Λυσάνδρου παραπεπτωκός, ὥστε χαλεπὴν ἄνευ σπονδῶν καὶ νικῶσιν εἶναι τὴν ἀναίρεσιν, ἔπεμψε κήρυκα καὶ σπεισάμενος ἀπήγαγε τὴν δύναμιν ὀπίσω. [3] τὸν δὲ Λύσανδρον πρῶτον κομίζοντες ὑπὲρ τοὺς ὅρους ἐγένοντο τῆς Βοιωτίας ἐν φίλῃ καὶ συμμαχίδι χώρᾳ τῇ Πανοπέων κατέθεσαν, οὗ νῦν τὸ μνημεῖόν ἐστι παρὰ τὴν ὁδὸν εἰς Χαιρώνειαν ἐκ Δελφῶν πορευομένοις.

ἐνταῦθα δὴ τῆς στρατιᾶς καταυλισαμένης λέγεταί τινα τῶν Φωκέων ἑτέρῳ μὴ παρατυχόντι τὸν ἀγῶνα διηγούμενον, εἰπεῖν ὡς οἱ πολέμιοι προσπέσοιεν αὐτοῖς τοῦ Λυσάνδρου τὸν Ὁπλίτην ἤδη διαβεβηκότος. [4] θαυμάσαντα δὲ Σπαρτιάτην ἄνδρα τοῦ Λυσάνδρου φίλον ἐρέσθαι τίνα λέγοι τὸν Ὁπλίτην: οὐ γὰρ εἰδέναι τοὔνομα: ‘καὶ μὴν ἐκεῖ γε,’ φάναι, ‘τοὺς πρώτους ἡμῶν οἱ πολέμιοι κατέβαλον. τὸ γὰρ παρὰ τὴν πόλιν ῥεῖθρον Ὁπλίτην καλοῦσιν.’ ἀκούσαντα δὲ τὸν Σπαρτιάτην ἐκδακρῦσαι καὶ εἰπεῖν ὡς ἄφευκτόν ἐστιν ἀνθρώπῳ τὸ πεπρωμένον. [5] ἦν γάρ, ὡς ἔοικε, τῷ Λυσάνδρῳ δεδομένος χρησμὸς οὕτως ἔχων:

ὁπλίτην κελάδοντα φυλάξασθαί σε κελεύω
γῆς τε δράκονθ᾽ υἱὸν δόλιον κατόπισθεν ἰόντα.
τινὲς δὲ τὸν Ὁπλίτην οὐ πρὸς Ἁλιάρτῳ ῥεῖν λέγουσιν, ἀλλὰ πρὸς Κορώνειαν χειμάρρουν εἶναι τῷ Φιλάρῳ ποταμῷ συμφερόμενον παρὰ τὴν πόλιν, ὃν πάλαι μὲν Ὁπλίαν, νῦν δὲ Ἰσόμαντον προσαγορεύουσιν. [6] δὲ ἀποκτείνας τὸν Λύσανδρον Ἁλιάρτιος ἀνὴρ ὄνομα Νεόχωρος ἐπίσημον εἶχε τῆς ἀσπίδος δράκοντα: καὶ τοῦτο σημαίνειν χρησμὸς εἰκάζετο. λέγεται δὲ καὶ Θηβαίοις ὑπὸ τὸν Πελοποννησιακὸν πόλεμον ἐν Ἰσμηνίῳ γενέσθαι χρησμὸν ἅμα τήν τε πρὸς Δηλίῳ μάχην καὶ τὴν πρὸς Ἁλιάρτῳ ταύτην ἐκείνης ὕστερον ἔτει τριακοστῷ γενομένην προμηνύοντα. [7] ἦν δὲ τοιοῦτος:
ἐσχατιὰν πεφύλαξο λύκους καμάκεσσι δοκεύων
καὶ λόφον Ὀρχαλίδην, ὃν ἀλώπηξ οὔποτε λείπει.
τὸν μὲν οὖν περὶ Δήλιον τόπον ἐσχατιὰν προσεῖπε, καθ᾽ ὃν Βοιωτία τῇ Ἀττικῇ σύνορός ἐστιν, Ὀρχαλίδην δὲ λόφον, ὃν νῦν Ἀλώπεκον καλοῦσιν, ἐν τοῖς πρὸς τὸν Ἑλικῶνα μέρεσι τοῦ Ἁλιάρτου κείμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: