This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
ἀλλὰ δῆλον ὅτι τὰς μὲν τριακοσίας δραχμὰς ἐνεκάλεσεν ἐμοὶ χαριζόμενος, τῶν δ᾽ ἑπτὰ ταλάντων ἐγγυητής μοι ἐγένεθ᾽ ἡγούμενος πίστιν ἔχειν ἱκανὴν τὸ χρυσίον τὸ παρ᾽ αὑτῷ κείμενον. ὡς μὲν τοίνυν ἦν τέ μοι πολλὰ χρήματ᾽ ἐνθάδε καὶ ταῦτ᾽ ἐπὶ τῇ τούτου τραπέζῃ κεῖταί μοι, καὶ ἐκ τῶν ἔργων τῶν Πασίωνος ὑμῖν δεδήλωκα καὶ παρὰ τῶν ἄλλων τῶν εἰδότων ἀκηκόατε.