This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
ὅτι τοίνυν οὐδ᾽ εἰ φανερῶς ἔμελλεν ἁλόντος τούτου μηδεὶς εἰσοίσειν μηδ᾽ ἐθελήσειν εἰσπράττειν, οὐδ᾽ οὕτως ἀποψηφιστέον, ἐκ τῶνδε γνώσεσθε. ὑμῖν παρὰ τὰς εἰσφορὰς τὰς ἀπὸ Ναυσινίκου, παρ᾽ ἴσως τάλαντα τριακόσι᾽ ἢ μικρῷ πλείω, ἔλλειμμα τέτταρα καὶ δέκ᾽ ἐστὶ τάλαντα, ὧν ἑπτὰ οὗτος εἰσέπραξεν, ἐγὼ δὲ τίθημ᾽ ἅπαντα. ἐπὶ μὲν δὴ τοὺς ἑκόντας τιθέντας οὐ δεῖσθ᾽ Ἀνδροτίωνος, ἐπὶ δὲ τοὺς ἐλλείποντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.