previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Νεανίας

1010ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,
κοὐκ ἂν πιθοίμην οὐδέποτ᾽.

Γραῦς Α
ἀλλὰ νὴ Δία
ἀναγκάσει τουτί σε.

Νεανίας
τοῦτο δ᾽ ἔστι τί;

Γραῦς Α

ψήφισμα, καθ᾽ σε δεῖ βαδίζειν ὡς ἐμέ.

Νεανίας

λέγ᾽ αὐτὸ τί ποτε κἄστι.

Γραῦς Α
καὶ δή σοι λέγω.
1015ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος
νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν
τὴν γραῦν προκρούσῃ πρῶτον: ἢν δὲ μὴ 'θέλῃ
πρότερον προκρούειν ἀλλ᾽ ἐπιθυμῇ τῆς νέας,
ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον
1020ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.

Νεανίας

οἴμοι Προκρούστης τήμερον γενήσομαι.

Γραῦς Α

τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.

Νεανίας

τί δ᾽ ἢν ἀφαιρῆταί μ᾽ ἀνὴρ τῶν δημοτῶν
τῶν φίλων ἐλθών τις;

Γραῦς Α
ἀλλ᾽ οὐ κύριος
1025ὑπὲρ μέδιμνόν ἐστ᾽ ἀνὴρ οὐδεὶς ἔτι.

Νεανίας

ἐξωμοσία δ᾽ οὐκ ἔστιν;

Γραῦς Α
οὐ γὰρ δεῖ στροφῆς.

Νεανίας

ἀλλ᾽ ἔμπορος εἶναι σκήψομαι.

Γραῦς Α
κλάων γε σύ.

Νεανίας

τί δῆτα χρὴ δρᾶν;

Γραῦς Α
δεῦρ᾽ ἀκολουθεῖν ὡς ἐμέ.

Νεανίας

καὶ ταῦτ᾽ ἀνάγκη μοὐστί;

Γραῦς Α
Διομήδειά γε.

Νεανίας

1030ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου
καὶ κλήμαθ᾽ ὑπόθου συγκλάσασα τέτταρα,
καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.

Γραῦς Α

μὴν ἔτ᾽ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.

Νεανίας

1035νὴ τὸν Δί᾽ ἤνπερ γέ που τῶν κηρίνων:
οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σ᾽ αὐτίκα.

Νεᾶνις

ποῖ τοῦτον ἕλκεις;

Γραῦς Α
τὸν ἐμὸν αὐτῆς εἰσάγω.

Νεᾶνις

οὐ σωφρονοῦσά γ᾽: οὐ γὰρ ἡλικίαν ἔχει
παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
1040μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης γυνή.
ὥστ᾽ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.

Γραῦς Α

παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον
ἐξηῦρες: ἀλλ᾽ ἐγώ σε τιμωρήσομαι.

Νεανίας

1045νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι
γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου:
ὥστ᾽ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: