ἐτόλμησε δ᾽ εἰπεῖν ὡς ἐγὼ τοῖς ἐμαυτοῦ λόγοις περιπίπτω. φησὶ γάρ με εἰπεῖν, ὅτ᾽ ἔκρινον Τίμαρχον, ὅτι πάντες κατ᾽ αὐτοῦ τὴν τῆς πορνείας φήμην παρειλήφασι, τὸν δ᾽ Ἡσίοδον ποιητὴν ἀγαθὸν ὄντα λέγειν,
τὴν δ᾽ αὐτὴν ταύτην θεὸν ἥκειν νῦν κατηγοροῦσαν ἐμοῦ: πάντας γὰρ λέγειν ὡς χρήματα ἔχω παρὰ Φιλίππου.“φήμη δ᾽ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ
πολλοὶ φημίξωσι:1 θεός νυ τίς ἐστι καὶ αὐτή.
”Hes. WD 763-4