This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
βουλευομένοις δ᾽ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον
καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις
ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος καὶ ἐνεδρεύσας ἡμᾶς ταῖς
συνθήκαις, οὐ προειπὼν τὰ χρέα. ὁ δ᾽ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ
χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμῖν τὸν νοῦν,
γραμματεῖόν τ᾽ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δ᾽
ἀνθρώπων συλλεγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ
ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε
ἀπάγειν1
ὡς ἀνδραποδιστήν, τοῦτο μὲν οὐκ ᾠόμεθα2 δεῖν ποιεῖν,
προσεκαλεσάμεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ τὸν νόμον. πρῶτον μὲν
οὖν ὑμῖν τὰς συνθήκας ἀναγνώσεται: ἐξ αὐτῶν3
γὰρ τῶν4
γεγραμμένων μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς
συνθήκας.“
Συνθήκη
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.