previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

107.

τοῦ δ᾽ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Πυργίων, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν μετέλαβον χιλίαρχοι τέσσαρες, Λεύκιος Λουκρήτιος, Σερούιος Σουλπίκιος, Γάιος Αἰμίλιος καὶ Γάιος Ῥοῦφος, Ὀλυμπιὰς δ᾽ ἤχθη ὀγδόη πρὸς ταῖς ἐνενήκοντα, καθ᾽ ἣν ἐνίκα Σώσιππος Ἀθηναῖος. [2] τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Διονύσιος τῶν Συρακοσίων δυνάστης πορευθεὶς εἰς Ἱππώνιον μετὰ τῆς δυνάμεως, τοὺς μὲν κατοικοῦντας ἐν αὐτῇ μετῴκισεν εἰς τὰς Συρακούσας, τὴν δὲ πόλιν κατασκάψας τοῖς Λοκροῖς προσεμέρισε τὴν χώραν. [3] κατὰ τὸ συνεχὲς γὰρ ἐφιλοτιμεῖτο τοὺς Λοκροὺς εὖ ποιεῖν διὰ τὴν συγχωρηθεῖσαν ἐπιγαμίαν: τοὺς δὲ Ῥηγίνους ἐπεθύμει τιμωρήσασθαι διὰ τὴν περὶ τῆς οἰκειότητος ἀδικίαν. καθ᾽ ὃν γὰρ καιρὸν ἀπέστειλε πρὸς αὐτοὺς πρέσβεις ἀξιῶν αὑτῷ συγχωρηθῆναι τῶν πολιτικῶν παρθένων γαμῆσαι, φασὶ τοὺς Ῥηγίνους ἀποκριθῆναι δημοσίᾳ τοῖς πρέσβεσιν, ὡς μόνην αὐτῷ συγχωρῆσαι γαμεῖν τὴν τοῦ δημίου θυγατέρα. [4] διὰ τοῦτο βαρέως φέρων καὶ δοκῶν ὑπερβαλλόντως ὑβρίσθαι, πολὺς ἦν ἐπὶ τῇ κατ᾽ αὐτῶν τιμωρίᾳ. καὶ γὰρ ἐν τῷ πρότερον ἐνιαυτῷ τὴν εἰρήνην συνέθετο πρὸς αὐτοὺς οὐ τῆς φιλίας ὀρεγόμενος, ἀλλὰ τὴν ναυτικὴν δύναμιν παρελέσθαι βουλόμενος, οὖσαν τριήρων ἑβδομήκοντα: διελάμβανε γὰρ τῆς κατὰ θάλατταν βοηθείας ἀποκλεισθείσης ῥᾳδίως ἐκπολιορκήσειν τὴν πόλιν. [5] διόπερ κατὰ τὴν Ἰταλίαν ἐνδιατρίβων ἐζήτει πρόφασιν εὔλογον, δι᾽ ἧς οὐ παρὰ τὴν ἀξίαν τὴν ἰδίαν δόξει λελυκέναι τὰς συνθήκας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: