previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

72.

Διονύσιος δ᾽ ἐπειδὴ τὴν περὶ Καρχηδονίους συμφορὰν ἤκουσεν, ὀγδοήκοντα μὲν ναῦς πληρώσας Φαρακίδᾳ καὶ Λεπτίνῃ τοῖς ναυάρχοις ἐπέταξεν ἅμ᾽ ἡμέρᾳ τὸν ἐπίπλουν ταῖς πολεμίαις ναυσὶ ποιήσασθαι, αὐτὸς δ᾽ ἀσελήνου τῆς νυκτὸς οὔσης περιήγαγε τὴν δύναμιν, καὶ περιελθὼν ἐπὶ τὸ τῆς Κυάνης ἱερὸν ἔλαθε τοὺς πολεμίους ἅμ᾽ ἡμέρᾳ προσιὼν τῇ παρεμβολῇ. [2] τοὺς μὲν οὖν ἱππεῖς καὶ μισθοφόρων πεζοὺς χιλίους προαπέστειλεν εἰς τὸ πρὸς τὴν μεσόγειον ἀνατεῖνον μέρος τῆς τῶν Καρχηδονίων στρατοπεδείας. οὗτοι δ᾽ ἦσαν οἱ μισθοφόροι τῷ Διονυσίῳ παρὰ πάντας ἀλλοτριώτατοι καὶ πλεονάκις στάσεις καὶ ταραχὰς ποιοῦντες. [3] διόπερ μὲν Διονύσιος τοῖς ἱππεῦσιν ἦν παρηγγελκώς, ὅταν ἐξάπτωνται τῶν πολεμίων, φεύγειν καὶ τοὺς μισθοφόρους ἐγκαταλιπεῖν: ὧν ποιησάντων τὸ προσταχθὲν οὗτοι μὲν ἅπαντες κατεκόπησαν, δὲ Διονύσιος ἅμα τήν τε παρεμβολὴν καὶ τὰ φρούρια πολιορκεῖν ἐπεχείρησε: καὶ τῶν βαρβάρων διὰ τὸ παράδοξον καταπεπληγμένων καὶ παραβοηθούντων τεταραγμένως, αὐτὸς μὲν φρούριον τὴν καλουμένην Πολίχναν εἷλε κατὰ κράτος, ἐκ δὲ θατέρου μέρους οἱ ἱππεῖς καί τινες τῶν τριήρων προσπλεύσασαι τὸ πρὸς τῷ Δάσκωνι χωρίον ἐξεπολιόρκησαν. [4] εὐθὺ δ᾽ αἵ τε ναῦς ἅπασαι τὸν ἐπίπλουν ἐποιήσαντο, καὶ κατὰ τὰς τῶν φρουρίων ἁλώσεις ἐπαλαλάξαντος τοῦ στρατοπέδου περιδεεῖς οἱ βάρβαροι καθειστήκεισαν. ἐξ ἀρχῆς μὲν γὰρ ἐπὶ τὸ πεζὸν στράτευμα πάντες συνέδραμον, ἀμυνόμενοι τοὺς τὴν παρεμβολὴν πολιορκοῦντας: ὡς δὲ καὶ τὸν τῶν νεῶν ἐπίπλουν εἶδον, πάλιν ἐξεβοήθουν ἐπὶ τὸν ναύσταθμον: καταταχούμενοι δ᾽ ὑπὸ τῆς ὀξύτητος τοῦ καιροῦ τὴν ἑαυτῶν σπουδὴν εἶχον ἄπρακτον. [5] ἔτι γὰρ αὐτῶν ἀναβαινόντων ἐπὶ τὰ καταστρώματα καὶ πληρούντων τὰς τριήρεις, αἱ πολέμιαι ναῦς ταῖς εἰρεσίαις ἐλαυνόμεναι πλαγίαις ἐνέσειον πολλάκις. ἐκ μὲν οὖν μιᾶς ἐπικαίρου πληγῆς κατέδυον τὰς τιτρωσκομένας ναῦς: αἱ δὲ πλείοσιν ἐμβολαῖς ἀναρρήττουσαι τὰς συγγεγομφωμένας σανίδας δεινὴν ἔκπληξιν τοῖς ἀντιταττομένοις παρείχοντο. [6] πάντῃ δὲ τῶν ἐξοχωτάτων νεῶν θραυομένων, αἱ μὲν ἐκ τῶν ἐμβολῶν ἀναρρηττόμεναι λακίδες ἐξαίσιον ἐποιοῦντο ψόφον, δὲ παρὰ τὴν μάχην παρήκων αἰγιαλὸς ἔγεμε νεκρῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: