previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

95.

Καρχηδόνιοι δὲ βραδέως ἑαυτοὺς ἐκ τῆς περὶ Συρακούσας συμφορᾶς ἀναλαβόντες, ἔγνωσαν ἀντέχεσθαι τῶν κατὰ Σικελίαν πραγμάτων. κρίναντες δὲ διαγωνίζεσθαι, ναυσὶ μὲν μακραῖς ὀλίγαις διέβησαν, δύναμιν δὲ συνήγαγον ἀπό τε Λιβύης καὶ Σαρδοῦς, ἔτι δὲ τῶν ἐξ Ἰταλίας βαρβάρων. πάντας δ᾽ ἐπιμελῶς καθοπλίσαντες μετὰ τῆς οἰκείας χορηγίας ἐπεραιώθησαν εἰς τὴν Σικελίαν, οὐκ ἐλάττους ὄντες τῶν ὀκτὼ μυριάδων, ὧν ἡγεῖτο Μάγων. [2] οὗτος μὲν οὖν διὰ Σικελῶν πορευθείς, καὶ τὰς πλείστας πόλεις ἀποστήσας τοῦ Διονυσίου, κατεστρατοπέδευσεν ἐν τῇ τῶν Ἀγυριναίων χώρᾳ παρὰ τὸν Χρύσαν ποταμὸν ἐγγὺς τῆς ὁδοῦ τῆς φερούσης εἰς Μοργαντίναν: τοὺς γὰρ Ἀγυριναίους οὐ δυνάμενος εἰς συμμαχίαν προσλαβέσθαι, τῆς εἰς τοὔμπροσθεν ἀπέστη πορείας, ἀκούων τοὺς πολεμίους ἐκ Συρακουσῶν ὡρμηκέναι. [3] Διονύσιος δὲ πυθόμενος τοὺς Καρχηδονίους διὰ τῆς μεσογείου τὴν πορείαν ποιουμένους, ταχὺ συλλέξας οὓς ἠδύνατο τῶν Συρακοσίων καὶ τῶν μισθοφόρων ὥρμησε, τοὺς πάντας ἔχων οὐκ ἐλάττους δισμυρίων. [4] παραγενόμενος δ᾽ ἐγγὺς τῶν πολεμίων διεπρεσβεύσατο πρὸς Ἄγυριν τὸν δυναστεύοντα τῶν Ἀγυριναίων. οὗτος δὲ τῶν τότε τυράννων τῶν ἐν Σικελίᾳ μεγίστην εἶχε δύναμιν μετὰ Διονύσιον: τῶν τε γὰρ περικειμένων ἐρυμάτων σχεδὸν ἁπάντων ἐκυρίευε καὶ τῆς πόλεως τῶν Ἀγυριναίων ἦρχε πολυοχλουμένης κατ᾽ ἐκείνους τοὺς καιρούς: εἶχε γὰρ πολίτας οὐκ ἐλάττους δισμυρίων. [5] ἦν δὲ καὶ εἰς τοῦτο τὸ πλῆθος ἐν τῇ πόλει συνηθροισμένον χρημάτων πολλῶν κατὰ τὴν ἀκρόπολιν παράθεσις, ἣν Ἄγυρις ἠθροίκει πεφονευκὼς τοὺς εὐπορωτάτους τῶν πολιτῶν. [6] ἀλλ᾽ Διονύσιος μετ᾽ ὀλίγων εἰσελθὼν ἐντὸς τοῦ τείχους ἔπεισε τὸν Ἄγυριν συμμαχῆσαι γνησίως, καὶ πολλὴν ἐπηγγείλατο χώραν τῆς ὁμόρου δωρήσεσθαι κατορθωθέντος τοῦ πολέμου. [7] δ᾽ Ἄγυρις πρῶτον μὲν πάσῃ τῇ Διονυσίου δυνάμει σῖτον καὶ τἄλλα ὅσα ἦν χρεία προθύμως ἐδωρήσατο, καὶ πανδημεὶ τὴν δύναμιν ἐξαγαγὼν ἐστράτευσε μετὰ Διονυσίου καὶ κοινῇ πρὸς Καρχηδονίους διεπολέμει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: