previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12] ἕν με πνίγει μάλιστα, Κλωθοῖ, δι᾽ ὅπερ ἐπόθουν κἂν πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν.

Κλωθώ
τι δὲ τοῦτό ἐστιν; ἔοικε γάρ τι παμμέγεθες εἶναι.

Μεγαπένθης
Καρίων ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσηςοὐδεὶς γὰρ οὐδὲ ἐφύλαττέ μεΓλυκέριον τὴν παλλάκιδα [p. 26] μουκαὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσανπαραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος: εἶτ᾽ ἐπειδὴ ἅλις εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ, ‘σύ μέντοι,’ φησίν, ‘ μιαρὸν ἀνθρώπιον, πληγάς μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας:’ καὶ ταῦθ᾽ ἅμα λέγων παρέτιλλὲ τέ με καὶ κατὰ κόρρης ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας μου καί, ‘ εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι,’ ἐπειπὼν ᾤχετο: ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ εἶχον δὲ ὅμως τι καὶ δράσαιμι αὐτὸν αὖος ἤδη καὶ ψυχρὸς ὤν. καὶ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπ᾽ ἐμοί, κωκύουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο. ὧν εἰ λαβοίμην

Κλωθώ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: