previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[42] οὐκοῦν ἅπαντες ἄνθρωποι καὶ τὰ ἔθνη ἐξηπάτηνται θεοὺς νομίζοντες καὶ πανηγυρίζοντες;

Δάμις
εὖ γε, Τιμόκλεις, ὅτι με ὑπεμνησας τῶν κατὰ ἔθνη νομιζομένων, ἀφ᾽ ὦν μάλιστα συνίδοι τις ἂν ὡς οὐδὲν βέβαιον περὶ θεῶν λόγος ἔχει: πολλὴ γὰρ ταραχὴ καὶ ἄλλοι ἄλλα νομιζουσι, Σκύθαι μὲν ἀκινάκῃ θύοντες καὶ Θρᾷκες Ζαμόλξιδι, δραπέτῃ ἀνθρώπῳ ἐκ Σάμου ὡς αὐτοὺς ἥκοντι, Φρύγες δὲ Μήνῃ καὶ Αἰθίοπες Ἡμέρᾳ καὶ Κυλλήνιοι Φάλητι καὶ Ἀσσύριοι περιστερᾷ καὶ Πέρσαι πυρὶ καὶ Αἰγύπτιοι ὕδατι. καὶ τοῦτο μὲν ἅπασι κοινὸν τοῖς Αἰγυπτίοις τὸ ὕδωρ, ἰδίᾳ δὲ Μεμφίταις μὲν . βοῦς θεός, Πηλουσιώταις δὲ κρόμμυον, καὶ ἄλλοις ἶβις κροκόδειλος καὶ ἄλλοις κυνοκέφαλος αἴλουρος πίθηκος: καὶ ἔτι κατὰ κώμας τοῖς μὲν δεξιὸς ὦμος θεός, τοῖς δὲ κατ᾽ ἀντιπέρας οἰκοῦσιν ἅτερος: καὶ ἄλλοις κεφαλῆς ἡμίτομον, καὶ ἄλλοις ποτήριον κεραμεοῦν τρύβλιον. ταῦτα πῶς οὐ γέλως ἐστίν, καλὲ Τιμόκλεις;

Μῶμος
οὐκ ἔλεγον, θεοί, ταῦτα ταντα ἥξειν εἰς τοὐμφανὲς καὶ ἀκριβῶς ἐξετασθήσεσθαι; .

Ζεύς
ἔλεγες, Μῶμε, καὶ ἐπετίμας ὀρθῶς, καὶ ἔγωγε πειράσομαι ἐπανορθώσασθαι αὐτά, ἢν τὸν ἐν ποσὶ τοῦτον κίνδυνον διαφύγωμεν.

Τιμοκλῆς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: