Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[32]
μαντείου καὶ αὐτοὺς ψευσομένους. ἀλλὰ καὶ
μηχανᾶταί τι ὁ τρισκατάρατος οὐκ ἄσοφον οὐδὲ τοῦ προστυχόντος λῃστοῦ ἄξιον. λύων γὰρ τὰ πεπεμμένα βιβλία καὶ ἀναγιγνώσκων, εἴ τι εὕροι ἐπισφαλὲς καὶ παρακεκινδυνευμένον ἐν ταῖς ἐρωτήσεσιν, κατεῖχεν αὐτὸς καὶ οὐκ ἀπέπεμπεν,
ὡς ὑποχειρίους καὶ μονονουχὶ δούλους διὰ τὸ δέος ἔχοι τοὺς πεπομφότας, μεμνημένους οἷα ἦν ἃ
ἤροντο. συνίης δὲ οἵας εἰκὸς τοὺς πλουσίους καὶ μέγα δυναμένους τὰς πύστεις πυνθάνεσθαι. ἐλάμβανεν οὖν πολλὰ παρ᾽ ἐκείνων, εἰδότων ὅτι ἐντὸς αὐτοὺς ἔχοι τῶν ἀρκύων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.