previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] ἐκεῖνο δὲ γέ φημι, τοιαύτας ἡμῖν τὰς ἀφορμὰς τῶν ἐπαινετικῶν τούτων λόγων εἶναι ὡς χρὴ τὸν ἐπαινοῦντα καὶ εἰκόσι καὶ ὁμοιώσεσι προσχρῆσθαι, καὶ σχεδὸν ἐν τούτῳ τὸ μέγιστόν ἐστιν εὖ εἰκάσαι: τὸ δὲ εὖ ὧδε μάλιστ᾽ ἂν ^ κρίνοιτο, οὐκ ἤν τις τοῖς ὁμοίοις παραβάλλῃ οὐδ᾽ ἢν πρὸς τὸ ὑποδεέστερον ποιῆται τὴν παράθεσιν, ἀλλ᾽ ἢν πρὸς τὸ ὑπερέχον ὡς οἷόν τε προσβιβάζῃ τὸ ἐπαινούμενον.

οἷον εἴ τις κύνα ἐπαινῶν εἴποι ἀλώπεκος εἶναι μείζω αὐτὸν αἰλούρου, ἆρά σοι δοκεῖ τοιοῦτος ἐπαινεῖν εἰδέναι; οὐκ ἂν εἴποις. ἀλλὰ μὴν οὐδ᾽ εἰ λύκῳ φαίη ἴσον αὐτὸν ὑπάρχειν, οὐδὲ οὕτως μεγαλωστὶ ἐπῄνεσεν. ἀλλὰ ποῦ τὸ ἴδιον τοῦ ἐπαίνου ἀποτελεῖται; ἢν κύων τῷ λέοντι ἐοικέναι λέγηται καὶ μέγεθος καὶ ἀλκήν. ὡς τὸν Ὠρίωνος κύνα ἐπαινῶν ἔφη ποιητὴς λεοντοδάμαν αὐτὸν οὗτος γὰρ δὴ κυνὸς ἐντελὴς ἔπαινος. καὶ πάλιν εἴ τις Μίλωνα τὸν ἐκ Κρότωνος Γλαῦκον τὸν ἐκ Καρύστου Πολυδάμαντα ἐπαινέσαι θέλων ἔπειτα λέγοι ἰσχυρότερον ἕκαστον αὐτῶν γυναικὸς γενέσθαι, οὐκ ἂν οἴει γελασθῆναι αὐτὸν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ἐπαίνου ; ὅπου γε καὶ εἰ [p. 322] ἑνὸς ἀνδρὸς ἔλεγεν ἀμείνω εἶναι αὐτόν, οὐδὲ τοῦτο ἀπέχρησεν ἂν εἰς ἔπαινον. ἀλλὰ πῶς ἐπῄνεσε ποιητὴς εὐδόκιμος τὸν Γλαῦκον, 'οὐδὲΠολυδεύκεος βίαν '’ φήσας ἀνατείνασθαι ἂν αὐτῷ ἐναντίας τὰς χεῖρας ' ‘οὐδὲ σιδάρεον Ἀλκμάνας τέκος ';’ ὁρᾷς ὁποίοις αὐτὸν θεοῖς εἴκασε: μᾶλλον δὲ καὶ αὐτῶν ἐκείνων ἀμείνω ἀπέφαινεν. καὶ οὔτε αὐτὸς Γλαῦκος ἠγανάκτησεν τοῖς ἐφόροις τῶν ἀθλητῶν θεοῖς ἀντεπαινούμενος, οὔτε ἐκεῖνοι ἠμύναντο τὸν Γλαῦκον τὸν ποιητὴν ὡς ἀσεβοῦντα περὶ τὸν ἔπαινον, ἀλλὰ εὐδοκίμουν ἄμφω καὶ ἐτιμῶντο ὑπὸ τῶν Ἑλλήνων, μὲν ἐπὶ τῇ ἀλκῇ, Γλαῦκος, δὲ ποιητὴς ἐπί τε τοῖς ἄλλοις καὶ ἐπ᾽ αὐτῷ τούτῳ μάλιστα τῷ ᾁσματι. μὴ δὴ θαυμάσῃς εἰ καὶ αὐτὸς εἰκάσαι βουλόμενος, ὅπερ ἦν τῷ ἐπαινοῦντι ἀναγκαῖον, ὑψηλοτέρῳ ἐχρησάμην τῷ παραδείγματι, τοῦτο ὑποβαλόντος τοῦ λόγου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: