Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[49]
. ὁ δὲ Λογχάτης ἀγνοούμενος παρελθὼν ἐς τὸν Βόσπορον προσέρχεται. τῷ βασιλεῖ διοικουμένῳ
τι τῆς ἀρχῆς καὶ φησὶν ἥκειν μὲν ἀπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν, ἰδίᾳ δὲ αὐτῷ μεγάλα πράγματα κομίζων. τοῦ δὲ λέγειν κελεύσαντος, ‘οἱ μὲν Σκύθαι,’ φησίν, ‘τὰ κοινὰ ταῦτα καὶ τὰ καθ᾽
ἡμέραν ἀξιοῦσιν, μὴ ὑπερβαίνειν τοὺς νομέας ὑμῶν ἐς τὸ πεδίον ἀλλὰ μέχρι τοῦ τράχωνος νέμειν τοὺς δὲ λῃστὰς οὓς αἰτιᾶσθε ὡς κατατρέχοντας ὑμῶν τὴν χώραν οὐ φασὶν ἀπὸ κοινῆς
γνώμης ἐκπέμπεσθαι, ἀλλὰ ἰδίᾳ ἕκαστον ἐπὶ τῷ κέρδει κλωπεύειν: εἰ δέ τις ἁλίσκοιτο αὐτῶν
σὲ κύριον εἶναι κολάζειν. ταῦτα μὲν ἐκεῖνοι
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.