previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[50] ἐπεστάλκασιν, ἐγὼ δὲ μηνύω ^ σοι μεγάλην ἔφοδον ἐσομένην ἐφ᾽ ὑμᾶς ὑπ᾽ Ἀρσακόμα τοῦ Μαριάντα, [p. 182] ὃς ἐπρέσβευε πρῴην παρὰ σὲ καί, οἶμαι, διότι αἰτήσας τὴν θυγατέρα οὐκ ἔτυχε παρὰ σοῦ, ἀγανακτεῖ καὶ ἐπὶ τῆς βύρσης ἑβδόμην ἡμέραν ἤδη κάθηται καὶ συνῆκται στρατὸς οὐκ ὀλίγος αὐτῷ.’ ‘ ἤκουσα,’ ἔφη Λευκάνωρ, ‘ καὶ αὐτὸς ἀθροίζεσθαι δύναμιν ἀπὸ βύρσης, ὅτι δ᾽ ἐφ᾽ ἡμᾶς συνίσταται καὶ ὅτι Ἀρσακόμας ἐλαύνων ἐστὶν ἠγνόουν.’ ‘ ἀλλ᾽ ἐπὶ σέ,’ ἔφη Λογχάτης, ‘ παρασκευή. ἐμοὶ δὲ ἐχθρὸς Ἀρσακόμας ἐστί, καὶ ἄχθεται διότι προτιμῶμαι αὐτοῦ ὑπὸ τῶν γεραιτέρων καὶ ἀμείνων τὰ πάντα δοκῶ εἶναι: εἰ δέ μοι ὑπόσχοιο τὴν ἑτέραν σου θυγατέρα Βαρκέτιν, οὐδὲ ^ τὰ ἄλλα ἀναξίῳ ὑμῶν ὄντι, οὐκ εἰς μακράν σοι ἥξω τὴν κεφαλὴν αὐτοῦ κομίζων.’ ‘ὑπισχνοῦμαι,’ ἔφη βασιλεύς, μάλα περιδεὴς γενόμενος: ἔγνω γὰρ τὴν αἰτίαν τῆς ὀργῆς τῆς Ἀρσακόμα τὴν ἐπὶ τῷ γάμῳ, καὶ ἄλλως ὑπέπτησσεν ἀεὶ τοὺς Σκύθας. δὲ Λογχάτης, ‘ὄμοσον,’ εἶπεν, ‘ μὴν φυλάξειν τὰς συνθήκας, μηδὲ ἀπαρνήσεσθαι τότε ἤδη, τούτων γενομένων.’ ^ καὶ ἐπεὶ ἀνατείνας εἰς τὸν οὐρανὸν ἤθελεν ὀμνύειν, ‘μὴ σύ γε ἐνταῦθα,’ εἶπεν, ‘μὴ καί τις ὑπίδηται τῶν ὁρώντων ἐφ᾽ ὅτῳ ὁρκωμοτοῦμεν, ἀλλὰ εἰς τὸ ἱερὸν τοῦ Ἄρεως τουτὶ εἰσελθόντες, ἐπικλεισάμενοι τὰς θύρας ὀμνύωμεν, ἀκουσάτω δὲ μηδείς: εἰ γάρ τι [p. 184] τούτων πύθοιτο Ἀρσακόμας, δέδια μὴ προθύσηται με τοῦ πολέμου, χεῖρα οὐ μικρὰν ἤδη περιβεβλημένος.’ ‘ εἰσίωμεν,’ ἔφη βασιλεύς, ‘ ὑμεῖς δὲ ἀπόστητε ὅτι πορρωτάτω: μηδεὶς δὲ παρέστω ἐς τὸν νεὼν ὅντινα μὴ ἐγὼ καλέσω.’ Ἐπεὶ δὲ οἱ μὲν εἰσῆλθον, οἱ δορυφόροι δὲ ἀπέστησαν, σπασάμενος τὸν ἀκινάκην, ἐπισχὼν τῇ ἑτέρᾳ τὸ στόμα ὡς μὴ βοήσειε, παίει παρὰ τὸν μαστόν, εἶτα ἀποτεμὼν τὴν κεφαλὴν ὑπὸ τῇ χλαμύδι ἔχων ἐξῄει, μεταξὺ διαλεγόμενος δῆθεν αὐτῷ καὶ διὰ ταχέων ἥξειν λέγων, ὡς δὴ ἐπί τι πεμφθεὶς ὑπ᾽ ἐκείνου. καὶ οὕτως ἐπὶ τὸν τόπον ἀφικόμενος ἔνθα καταδεδεμένον καταλελοίπει τὸν ἵππον, ἀναβὰς ἀφιππάσατο εἰς τὴν Σκυθίαν. δίωξις δὲ οὐκ ἐγένετο αὐτοῦ, ἐπὶ πολὺ ἀγνοησάντων τὸ γεγονὸς τῶν Βοσπορανῶν, καὶ ὅτε ἔγνωσαν, ὑπὲρ τῆς βασιλείας στασιαζόντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: