Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[39]
Δευκαλίωνα ἐπὶ τούτοις, καὶ τὴν μεγάλην ἐπ᾽ ἐκείνου τοῦ βίου ναυαγίαν, καὶ λάρνακα μίαν
λείψανον τοῦ ἀνθρωπίνου ^ γένους φυλάττουσαν, καὶ
ἐκ λίθων ἀνθρώπους πάλιν εἶτα Ἰάκχου σπαραγμὸν καὶ Ἥρας δόλον καὶ Σεμέλης κατάφλεξιν καὶ Διονύσου ἀμφοτέρας τὰς γονάς, καὶ ὅσα περὶ Ἀθηνᾶς καὶ ὅσα περὶ Ἡφαίστου καὶ Ἐριχθονίου, καὶ τὴν ἔριν τὴν περὶ τῆς Ἀττικῆς, καὶ
Ἁλιρρόθιον καὶ τὴν πρώτην ἐν Ἀρείῳ πάγῳ κρίσιν, καὶ ὅλως τὴν Ἀττικὴν πᾶσαν
μυθολογίαν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.