previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17] βούλει τοῦτο μόνον πεπρᾶχθαί μοι, ζῆν δὲ ἔτι τὸν τύραννον διαπεφευγότα; γέρας δὴ ἐπὶ τούτοις αἰτῶ. τί φατὲ ; οὐ δώσετε ; οὐχὶ κἀκεῖνον ὑφεωρᾶσθε ; οὐ δεσπότης ; οὐ βαρὺς ; οὐκ ἀφόρητος ἦν ; νῦν δὲ καὶ τὸ κεφάλαιον αὐτὸ ἐννοήσατε: γὰρ οὗτος ἀπαιτεῖ παρ᾽ ἐμοῦ, τοῦτο ὡς ἐνῆν ἄριστα διεπραξάμην, καὶ τὸν τύραννον ἀπέκτεινα ἑτέρῳ ' φόνῳ, οὐχ ἁπλῶς οὐδὲ πληγῇ μιᾷ, ὅπερ εὐκταιότατον ἦν αὐτῷ ἐπὶ τηλικούτοις ἀδικήμασιν, ἀλλὰ λύπῃ προβασανίσας πολλῇ καὶ ἐν ὀφθαλμοῖς δείξας τὰ φίλτατα οἰκτρῶς προκείμενα, υἱὸν ἐν [p. 466] ἡλικίᾳ, εἰ καὶ πονηρόν, ἀλλ᾽ οὖν καὶ ἀκμάζοντα καὶ ὅμοιον τῷ πατρί, αἵματος καὶ λύθρου ἐμπεπλησμένον. ταῦτ᾽ ἔστι πατέρων τὰ τραύματα, ταῦτα ξίφη δικαίων τυραννοκτόνων, οὗτος θάνατος ἄξιος ὠμῶν τυράννων, αὕτη τιμωρία πρέπουσα τοσούτοις ἀδικήμασιν: τὸ δ᾽ εὐθὺς ἀποθανεῖν, τὸ δ᾽ ἀγνοῆσαι,^ τὸ δὲ μηδὲν τοιοῦτο θέαμα ἰδεῖν, οὐδὲν ἔχει τυραννικῆς κολάσεως ἄξιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: