previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[21] παίζεις, Λυκῖνε. ἐγὼ δὲ κατὰ θεὸν εἱλόμην, καὶ οὐ μεταμέλει μοι τῆς αἱρέσεως: ἱκανὸν δὲ τοῦτο πρὸς γοῦν ἐμέ.

Λυκῖνος
ὅμως οὐκ ἂν εἴποις, ἑταῖρε, καὶ πρὸς ἐμέ, ἀλλὰ περιόψει με παραπολόμενον ἐν τῷ πολλῷ συρφετῷ;

Ἑρμότιμος
οὐδὲν γάρ σοι ἀρέσκει ὧν ἂν εἴπω.

Λυκῖνος
οὔκ, ὦγαθέ, ἀλλ᾽ οὐδὲν ἐθέλεις εἰπεῖν ὁποῖον ἄν μοι ἀρέσειεν. ἐπεὶ δ᾽ οὖν σὺ ἑκὼν ἀποκρύπτῃ καὶ φθονεῖς ἡμῖν, ὡς μὴ ἐξ ἴσου γενοίμεθά σοι φιλοσοφήσαντες, ἐγὼ πειράσομαι, ὅπως ἂν οἷός τε , κατ᾽ ἐμαυτὸν [p. 348] ἐξευρεῖν τὴν ἀκριβῆ περὶ τούτων κρίσιν καὶ τὴν ἀσφαλεστάτην αἵρεσιν. ἄκουε δὲ καὶ σύ, εἰ βούλει.

Ἑρμότιμος
ἀλλὰ βούλομαι, Λυκῖνε: ἴσως γάρ τι γνώριμον ἐρεῖς.

Λυκῖνος
σκόπει δὴ καὶ μὴ καταγελάσῃς, εἰ παντάπασιν ἰδιωτικῶς ἀναζητῶ αὐτό: ἀνάγκη γὰρ οὕτως, ἐπεὶ μὴ σὺ ἐθέλεις σαφέστερον εἰπεῖν εἰδὼς ἄμεινον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: