[3]
εὖ ἐποίησαν. ἡμεῖς δὲ ὁπότε ἐν τῷ βίῳ
ἦμεν, οὐδὲν τοιοῦτον ἐνενοοῦμεν περὶ ἀλλήλων: οὔτε
ἐγώ ποτε ηὐξάμην Ἀντισθένην ἀποθανεῖν, ὡς κληρονομήσαιμι
τῆς βακτηρίας αὐτοῦ — εἶχε δὲ πάνυ καρτερὰν
ἐκ κοτίνου ποιησάμενος — οὔτε οἶμαι σὺ ὁ Κράτης ἐπεθύμεις
κληρονομεῖν ἀποθανόντος ἐμοῦ τὰ κτήματα καὶ
τὸν πίθον καὶ τὴν πήραν χοίνικας δύο θέρμων ἔχουσαν.
Κράτης
οὐδὲν γάρ μοι τούτων ἔδει, ἀλλ᾽ οὐδὲ σοί,
ὦ Διόγενες: ἃ γὰρ ἐχρῆν, σύ τε Ἀντισθένους ἐκληρονόμησας
καὶ ἐγὼ σοῦ, πολλῷ μείζω καὶ σεμνότερα τῆς Περσῶν ἀρχῆς.
Διογένης
τίνα ταῦτα φής;
Κράτης
σοφίαν, αὐτάρκειαν, ἀλήθειαν, παρρησίαν, ἐλευθερίαν.
Διογένης
νὴ Δία, μέμνημαι καὶ τοῦτον διαδεξαμενος
τὸν πλοῦτον παρὰ Ἀντισθένους καὶ σοὶ ἔτι πλείω καταλιπών.
[p. 156]
Κράτης
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.