previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κνήμων καὶ Δάμνιππος.

Κνήμων
τοῦτο ἐκεῖνο τὸ τῆς παροιμίας: νεβρὸς τὸν λέοντα.

Δαμασίας
τί ἀγανακτεῖς, Κνήμων;

Κνήμων
πυνθάνῃ τι ἀγανακτῶ; κληρονόμον ἀκούσιον καταλέλοιπα κατασοφισθεὶς ἄθλιος, οὓς ἐβουλόμην ἂν μάλιστα σχεῖν τἀμὰ παραλιπών.

Δαμασίας
πῶς τοῦτο ἐγένετο;

Κνήμων
Ἑρμόλαον τὸν πάνυ πλούσιον ἄτεκνον ὄντα ἐθεράπευον ἐπὶ θανάτῳ, κἀκεῖνος οὐκ ἀηδῶς τὴν θεραπείαν προσίετο. ἔδοξε δή μοι καὶ σοφὸν τοῦτο εἶναι, θέσθαι διαθήκας ἐς τὸ φανερόν, ἐν αἷς ἐκείνῳ καταλέλοιπα τἀμὰ πάντα, ὡς κἀκεῖνος ζηλώσειε καὶ τὰ αὐτὰ πράξειε.

Δαμασίας
τί οὖν δὴ ἐκεῖνος;

Κνήμων
τι μὲν αὐτὸς ἐνέγραψε ταῖς ἑαυτοῦ διαθήκαις οὐκ οἶδα ἐγὼ γοῦν ἄφνω ἀπέθανον τοῦ τέγους μοι ἐπιπεσόντος, καὶ νῦν Ἑρμόλαος ἔχει τἀμὰ ὥσπερ τις λαβραξ καὶ τὸ ἄγκιστρον τῷ δελέατι συγκατασπάσας. [p. 147] ΔΑΜ Οὐ μόνον, ἀλλὰ καὶ αὐτόν σε τὸν ἁλιέα: ὥστε σόφισμα κατὰ σαυτοῦ συντέθεικας.

Κνήμων
ἔοικα: οἰμώζω τοιγαροῦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: