previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3.

Νότος
ἡδὺ τοῦτο θέαμα εἶδες, Ζέφυρε, καὶ ἐρωτικόν, νηχόμενον τὸν Δία φέροντα τὴν ἀγαπωμένην.

Ζέφυρος
καὶ μὴν τὰ μετὰ ταῦτα ἡδίω παρὰ πολύ, Νότε: τε γὰρ θάλαττα εὐθὺς ἀκύμων ἐγένετο καὶ τὴν γαλήνην ἐπισπασαμένη λείαν παρεῖχεν ἑαυτήν, ἡμεῖς δὲ πάντες ἡσυχίαν ἄγοντες οὐδὲν ἄλλο θεαταὶ μόνον τῶν γιγνομένων παρηκολουθοῦμεν, Ἔρωτες δὲ παραπετόμενοι μικρὸν ἐκ τῆς θαλάττης, ὡς ἐνίοτε ἄκροις τοῖς ποσὶν ἐπιψαύειν τοῦ ὕδατος, ἡμμένας τὰς δᾷδας φέροντες ᾖδον ἅμα τὸν ὑμέναιον, αἱ Νηρηίδες δὲ ἀναδῦσαι παρίππευον [327] ἐπὶ τῶν δελφίνων ἐπικροτοῦσαι ἡμίγυμνοι αἱ πολλαί, τό τε τῶν Τριτώνων γένος καὶ εἴ τι ἄλλο μὴ φοβερὸν ἰδεῖν τῶν θαλαττίων ἅπαντα περιεχόρευε τὴν παῖδα: μὲν γὰρ Ποσειδῶν ἐπιβεβηκὼς ἅρματος, παροχουμένην τὴν Ἀμφιτρίτην ἔχων προῆγε γεγηθὼς ὁδοποιῶν νηχομένῳ τῷ ἀδελφῷ: ἐπὶ πᾶσι δὲ τὴν Ἀφροδίτην δύο Τρίτωνες ἔφερον ἐπὶ κόγχης κατακειμένην, ἄνθη παντοῖα ἐπιπάττουσαν τῇ νύμφῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: