previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. μὲν οὖν Βροῦτος τε Κάσσιος οὕτως ἀπώλοντο, τοῖς ξίφεσιν οἷς τὸν Καίσαρα ἀπεχρήσαντο σφαγέντες: οἵ τε ἄλλοι οἱ τῆς ἐπ᾽ αὐτὸν ἐπιβουλῆς μετασχόντες, οἱ μὲν πρότερον, οἱ δὲ τότε, [p. 220] οἱ δὲ μετὰ ταῦτα, πλὴν πάνυ ὀλίγων, ἐφθάρησαν, ὥς που τό τε δίκαιον ἔφερε καὶ τὸ δαιμόνιον ἦγεν ἄνδρα αὐτοὺς εὐεργέτην σφῶν, 1 ἐς τοσοῦτον καὶ τῆς ἀρετῆς καὶ τῆς τύχης προχωρήσαντα, ἀποκτείναντας [2] παθεῖν. δὲ δὴ Καῖσαρ καὶ Ἀντώνιος τοῦ μὲν Λεπίδου παραχρῆμα, ἅτε μὴ συννικήσαντός σφισιν, ἐπλεονέκτησαν, ἔμελλον δὲ καὶ ἐπ᾽ ἀλλήλους οὐκ ἐς μακρὰν τρέψεσθαι: χαλεπὸν γὰρ ἄνδρας τρεῖς καὶ δύο ὁμοτίμους, ἐγκρατεῖς τηλικούτων ἐκ πολέμου πραγμάτων [3] γενομένους, ὁμονοῆσαι. καὶ διὰ τοῦτο ὅσα τέως ἐπὶ τῇ τῶν ἀνθισταμένων σφίσι καταλύσει συμφρονήσαντες κατέπραξαν, ταῦτα τότε ἆθλα τῆς πρὸς ἀλλήλους φιλοτιμίας ἤρξαντο ποιεῖσθαι. τήν τε γὰρ ἀρχὴν αὐτίκα ἀνεδάσαντο, καὶ Καίσαρι μὲν τε Ἰβηρία καὶ Νουμιδία, Ἀντωνίῳ δὲ τε Γαλατία καὶ Ἀφρικὴ ἐγένετο: καὶ συνέθεντο ὥστ᾽, ἄν τινα ἀγανάκτησιν Λέπιδος ἐπὶ τούτῳ

1 sfw=n R. Steph., e)fw=n LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: