previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. Φάγγωνος ἀνθείλοντο. ἀλλ᾽ ἐν μὲν τῷ παρόντι φιλίαν, ὡς καὶ τῆς προφάσεώς σφισι τοῦ πολέμου ὑπεξῃρημένης, συνέθεντο: μετὰ δὲ ταῦτα τηρήσας Φάγγων τὸν Σέξτιον ἀδεῶς ὑπὸ τῶν σπονδῶν [2] ἔχοντα ἐς τὴν Ἀφρικὴν ἐσέβαλε. κἀνταῦθα συμμίξαντες ἀλλήλοις τὸ μὲν πρῶτον καὶ ἐνίκησαν ἀμφότεροι καὶ ἡττήθησαν ῾ὁ μὲν γὰρ τῷ ἱππικῷ τῷ Νομαδικῷ, δὲ τῇ ἀσπίδι τῇ πολιτικῇ ἐκράτησεν᾽, ὥστε καὶ τὰ στρατόπεδα αὐτοὺς τὰ ἀλλήλων διαρπάσαι, μηδὲν μηδετέρους περὶ τῶν συστρατιωτῶν [3] εἰδότας: ὡς δ᾽ ἐπαναχωροῦντες ᾔσθοντο τὸ γεγονός, ἐς χεῖρας αὖθις ἦλθον, καὶ τροπῆς τῶν Νομάδων γενομένης Φάγγων τότε μὲν ἐς τὰ ὄρη ἀνέφυγε, τῆς δὲ νυκτὸς βουβαλίδων διαδραμουσῶν ᾠήθη τε τὴν πολεμίαν ἵππον παρεῖναι [4] καὶ ἑαυτὸν κατεχρήσατο. καὶ οὕτως Σέξτιος 1 τὰ μὲν ἄλλα ἀπόνως ἔλαβε, Ζάμην δὲ ἐπὶ πλεῖστον ἀντισχοῦσαν λιμῷ κατεστρέψατο. κἀκ τουτου ἀμφοτερων αὖθις τῶν ἐθνῶν ἡγεῖτο, [5] μέχρις οὗ Λέπιδος ἐπέμφθη: ἐκείνῳ γάρ, ὡς καὶ τῷ Ἀντωνίῳ συνδοκοῦν, καὶ ὅτι ταῖς δυνάμεσι πολὺ αὐτοῦ ἠλαττοῦτο, οὐδὲν ἀντέπραξεν, ἀλλ᾽ ὡς καὶ ἑαυτοῦ χάριν τὴν ἀνάγκην τιθέμενος ἡσύχαζε. 2 καὶ οὕτως Λέπιδος ἀμφότερα τὰ ἔθνη κατέσχε.

1 *se/ctios Xyl., se/cstos LM.

2 h(su/xaze H. Steph., h(su/xase LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: