previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. ἰδόντες δὲ τοῦτο οἱ Δελμάται ἔξω τε τοῦ τείχους ὑπὲρ αὐτοῦ τοῦ κρημνώδους παρετάξαντο, καὶ λίθους πολλοὺς τοὺς μὲν σφενδόναις [p. 32] ἐπ᾽ αὐτοὺς ἔβαλλον τοὺς δὲ καὶ κατεκυλίνδουν. ἄλλοι τροχούς, ἄλλοι ἁμάξας ὅλας πλήρεις πετρῶν, ἄλλοι κιβωτοὺς περιφερεῖς, ἐπιχωρίως πως [2] πεποιημένας καὶ λίθων γεμούσας, ἠφίεσαν. καὶ ταῦτά τε 1 πάντα ἅμα πολλῇ ῥύμῃ καταφερόμενα διεσφενδονᾶτο, καὶ τοὺς Ῥωμαίους διέσπα τε ἔτι καὶ μᾶλλον ἀπ᾽ ἀλλήλων καὶ συνηλόα: 2 καὶ ἕτεροι, οἱ μὲν βέλη οἱ δὲ δοράτια ἀφιέντες, 3 συχνοὺς [3] αὐτῶν κατέβαλλον. κἀν τούτῳ πολλὴ μὲν τῶν μαχομένων φιλοτιμία ἐγίγνετο, τῶν μὲν ἀναβῆναί τε καὶ ἐπικρατῆσαι τῶν 4 ἄκρων, τῶν δὲ ἀποκρούσασθαί τε αὐτοὺς καὶ ἀπαράξαι 5 πειρωμένων, πολλὴ δὲ καὶ τῶν ἄλλων τῶν τε ἀπὸ τοῦ τείχους ὁρώντων τὰ γιγνόμενα καὶ τῶν περὶ τὸν [4] Τιβέριον ὄντων. τοῖς τε γὰρ σφετέροις ἑκάτεροι παρεκελεύοντο, τοὺς μὲν προθυμουμένους σφῶν ἐπιρρωννύντες, τοῖς δ᾽ ὑπείκουσί πῃ ἐπιτιμῶντες, καὶ ἀθρόοι καὶ καθ᾽ ἑκάστους: καὶ ὅσοι ὑπὲρ τοὺς ἄλλους ἐγεγώνισκον, καὶ τοὺς θεοὺς ἅμα ἀνεκάλουν, ὑπέρ τε τῆς αὐτίκα τῶν μαχομένων ἀμφότεροι σωτηρίας καὶ ὑπὲρ τῆς ἑαυτῶν ἐς τὸ ἔπειτα οἱ μὲν ἐλευθερίας οἱ δὲ εἰρήνης ἐπιβοώμενοι. [5] κἂν παντελῶς οἱ Ῥωμαῖοι μάτην ἐκινδύνευσαν, ἅτε πρὸς δύο ἅμα, τήν τε τῶν τόπων φύσιν καὶ τὴν τῶν ἀντιπάλων ἀντίταξιν, τὸν ἀγῶνα ποιούμενοι, εἰ μὴ Τιβέριος ἐκείνους τε ἀκραιφνέσι βοηθείαις φυγεῖν ἐκώλυσε καὶ τοὺς πολεμίους ἑτέρων, ηωῆι ἀνίτητον ἐς τὸ χωρίον [p. 34] ἐκ πλείονος περιελθοῦσιν ἣν περιπέμψει ἐτάραξε. 6 [6] κἀκ τούτου οἱ μὲν τραπέντες οὐδὲ ἐς τὸ τεῖχος ἐσελθεῖν ἠδυνήθησαν, ἀλλὰ ἀνὰ τὰ ὄρη, προαπορρίψαντες τὰ ὅπλα ὥστε κουφίζειν, ἐσκεδάσθησαν: οἱ δὲ ἐπιδιώκοντές σφας ῾πάνυ τε γὰρ διαπολεμῆσαι ἐγλίχοντο, καὶ οὐκ ἐβούλοντο συστραφέντας αὖθις αὐτοὺς χαλεπούς σφισι γενέσθαἰ [7] ἐπίπαν ἐπεξῆλθον, καὶ ἐκείνων τε τοὺς πλείους ἐν ταῖς ὕλαις κρυπτομένους ἀνευρόντες ὥσπερ θηρία ἀπέκτειναν, καὶ μετὰ τοῦτο καὶ τοὺς ἐν τῷ φρουρίῳ προσχωρήσαντας ἔλαβον. καὶ τούτοις μὲν Τιβέριος τά τε ἄλλα καὶ δὴ

1 te Pflugk, ge M.

2 sunhlo/a Rk., sunh/lou M.

3 a)fie/ntes R. Steph., e)fie/ntes M.

4 tw=n R. Steph., th=s tw=n M.

5 a)para/cai Bs., a)pora/cai M.

6 e(te/rwn ... e)ta/race a corrupt passage in M. L' has e(te/rwqen a)/llois stratiw/tais e)s to\ a)/nantes tou= xwri/ou e)k plei/onos perielqou=si e)ta/race, an obvious paraphrase. Polak proposes e(te/rwn, o(/ph| a)ni/thton e)s to\ xwri/on e)k plei/onos perielqou=sin h)=n, e)pipe/myei e)ta/race, sith tso slight changes (omitting e)s and reading peripe/myei) seems very plausible.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: