previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

30. δ᾽ οὖν Αὔγουστος νοσήσας μετήλλαξε: καί τινα ὑποψίαν τοῦ θανάτου αὐτοῦ Λιουία [p. 68] ἔλαβεν, ἐπειδὴ πρὸς τὸν Ἀγρίππαν κρύφα ἐς τὴν νῆσον διέπλευσε καὶ ἐδόκει οἱ καὶ παντάπασι [2] καταλλαγήσεσθαι. δείσασα 1 γάρ, ὥς φασι, μὴ καὶ ἐπὶ τῇ μοναρχίᾳ αὐτὸν καταγάγῃ, σῦκά τινα ἐπὶ δένδροις ἔτ᾽ ἐπόντα, ἀφ᾽ ὧν Λὔγουστος αὐτοχειρίᾳ συκάζειν εἰώθει, φαρμάκῳ ἔχρισε, καὶ αὐτή τε ἅμα τὰ ἀνήλιφα 2 ἤσθιε [3] κἀκείνῳ τὰ πεφαρμαγμένα 3 προσέβαλλεν. εἴτ᾽ οὖν ἐκ τούτου εἴτε καὶ ἄλλως ἀρρωστήσας τούς τε ἑταίρους συνεκάλεσε, καὶ εἰπὼν αὐτοῖς ὅσα ἔχρῃζε, τέλος ἔφη ὅτιτὴν Ῥώμην γηίνην 4 [4] παραλαβὼν λιθίνην ὑμῖν καταλείπω.’ τοῦτο μὲν οὖν οὐ πρὸς τὸ τῶν οἰκοδομημάτων αὐτῆς ἀκριβὲς ἀλλὰ πρὸς τὸ τῆς ἀρχῆς ἰσχυρὸν ἐνεδείξατο: κρότον δὲ δή τινα παρ᾽ αὐτῶν ὁμοίως τοῖς γελωτοποιοῖς, ὡς καὶ ἐπὶ μίμου τινὸς τελευτῇ, 5 αἰτήσας καὶ πάμπανυ πάντα τὸν τῶν ἀνθρώπων βίον διέσκωψε. [5] καὶ μὲν οὕτω τῇ ἐννεακαιδεκάτῃ τοῦ Αὐγούστου, ἐν ποτε τὸ πρῶτον ὑπάτευσε, μετήλλαξε, ζήσας μὲν πέντε καὶ ἑβδομήκοντα ἔτη καὶ μῆνας δέκα καὶ ἡμέρας ἓξ καὶ εἴκοσι ῾τῇ γὰρ τρίτῃ καὶ εἰκοστῇ τοῦ Σεπτεμβρίου ἐγεγέννητὀ, μοναρχήσας δέ, ἀφ᾽ οὗ πρὸς τῷ Ἀκτίῳ ἐνίκησε, τέσσαρα καὶ τεσσαράκοντα ἔτη, δεκατριῶν ἡμερῶν

1 dei/sasa Xiph., dei/sas M.

2 a)nh/lifa Sylburg, a)nh/leifa M Xiph.

3 pefarmagme/na Xiph., Zon., variant in M, pefarmakeume/na M.

4 ghi/nhn M Xiph., phli/nhn Zon.

5 teleuth=| Xiph., teleuth=s M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: