previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. τοῦ δὲ Πάρθου φοβηθέντος καὶ τὸν Τιριδάτην 1 καὶ τὸν Ἀντίοχον ἐκδόντος, ἀφῆκε τὴν στρατείαν ἐν τῷ παραυτίκα. ἐς δὲ τοὺς Ἀρμενίους στείλας τὸν Θεόκριτον μετὰ στρατιᾶς ἰσχυρῶς ἔπταισε παρ᾽ αὐτῶν ἡττηθείς.” Xiph. 335, 18-336, 3 R. St.[p. 332] [2] ὅτι Θεόκριτος Καισάρειος, δι᾽ οὗ ὀρχεῖσθαι Ἀντωνῖνος μεμάθηκεν, καὶ παιδικὰ τοῦ Σαωτέρου 2 ἐγεγόνει καὶ κατὰ τοῦτο καὶ ἐς τὸ τῶν Ῥωμαίων θέατρον ἐσῆκτο. ἐπεὶ δὲ κακῶς ἐν αὐτῷ ἐφέρετο, ἐκ μὲν τῆς Ῥώμης ἐξέπεσεν, ἐς δὲ τὸ Λούγδουνον ἐλθὼν ἐκείνους ἅτε καὶ ἀγροικοτέρους ἔτερπε, καὶ ἐκ δούλου καὶ ἐξ ὀρχηστοῦ καὶ στρατιάρχης καὶ ἔπαρχος ἐγένετο.” Exc. Val. 391 (p. 757).ἦν δὲ Θεόκριτος ἐκ δούλου γεγονὼς καὶ τῇ ὀρχήστρᾳ ἐμπαιδοτριβηθείς, ἐς τοσαύτην μέντοι ἤλασε δυναστείαν παρ᾽ Ἀντωνίνῳ ὡς μηδὲν εἶναι ἄμφω πρὸς αὐτὸν τοὺς ἐπάρχους. τὰ δ᾽ ἴσα 3 αὐτῷ καὶ Ἐπάγαθος, Καισάρειος καὶ αὐτὸς ὤν, [3] καὶ ἠδύνατο καὶ παρηνόμει. γοῦν Θεόκριτος ῾διεφοίτα γὰρ ἄνω καὶ κάτω τῆς τῶν ἐπιτηδείων καὶ παρασκευῆς καὶ καπηλείας ἕνεκεν᾽ συχνοὺς διά τε ταῦτα καὶ ἄλλως ἀπέκτεινε: μεθ᾽ ὧν καὶ [4] Τιτιανὸς Φλάουιος 4 ἐφονεύθη. ἐπιτροπεύων γὰρ ἐν τῇ Ἀλεξανδρείᾳ προσέπταισέ τι αὐτῷ, κἀκεῖνος ἀναπηδήσας ἐκ τοῦ βάθρου τὸ ξίφος ἐσπάσατο: ἐφ᾽ Τιτιανόςκαὶ τοῦτοεἶπενὡς ὀρχηστὴς ἐποίησας.’ ὅθεν ἐκεῖνος ὑπεραγανακτήσας ἀποσφαγῆναι αὐτὸν ἐκέλευσεν. ”

1 *tirida/thn Dind., thrida/thn *wC.

2 *sawte/rou Val., sazwte/rou cod. Peir.

3 d' i)/sa H. Steph., i)/sa d' *wC.

4 *fla/ouios Bk., fla/bios *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: