previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ μὲν παρὰ τῷ αἰπόλῳ ἦν ἐν τῷ χωρίῳ πάντα χρόνον Ἁβροκόμην θρηνοῦσα: δὲ Ἄψυρτος ἐρευνώμενος τὸ οἰκημάτιον ἔνθα Ἁβροκόμης πρὸ τῆς κολάσεως διῆγεν, ἐπιτυγχάνει τῷ γραμματιδίῳ τῷ Μαντοῦς πρὸς Ἁβροκόμην καὶ γνωρίζει τὰ γράμματα, καὶ ὅτι ἀδίκως Ἁβροκόμην τιμωρεῖται ἔμαθεν: εὐθὺς οὖν λῦσαί τε αὐτὸν προσέταξε καὶ ἀγαγεῖν εἰς ὄψιν. [2] Πόνηρα δὲ καὶ ἐλεεινὰ πεπονθὼς προσπίπτει τοῖς γόνασι τοῖς Ἀψύρτου, δὲ αὐτὸν ἀνίστησι καὶθάρρειἔφη, ‘ μειράκιον: ἀδίκως σου κατέγνων πεισθεὶς θυγατρὸς λόγοις: ἀλλὰ νῦν μέν σε ἐλεύθερον ἀντὶ δούλου ποιήσω, δίδωμι δέ σοι τῆς οἰκίας ἄρχειν τῆς ἐμῆς καὶ γυναῖκα ἄξομαι τῶν πολιτῶν τινος θυγατέρα: σὺ δὲ μὴ μνησικακήσῃς τῶν γεγενημένων, [3] οὐ γὰρ ἑκών σε ἠδίκησα.’ Ταῦτα ἔλεγεν Ἄψυρτος: δὲ Ἁβροκόμηςἀλλὰ χάριςἔφησοι, δέσποτα, ὅτι καὶ τἀληθὲς ἔμαθες καὶ τῆς σωφροσύνης ἀμείβῃ με.’ Ἔχαιρον δὲ πάντες οἱ κατὰ τὴν οἰκίαν ὑπὲρ Ἁβροκόμου καὶ χάριν ᾔδεσαν ὑπὲρ αὐτοῦ τῷ δεσπότῃ: αὐτὸς δὲ ἐν μεγάλῃ συμφορᾷ κατ̓ Ἄνθειαν ἦν: ἐνενόει δὲ πρὸς ἑαυτὸν πολλάκιςτί δεῖ ἐλευθερίας ἐμοί; τί δὲ πλούτων καὶ ἐπιμελείας τῶν Ἀψύρτου [p. 355] χρημάτων; οὐ τοιοῦτον εἶναί με δεῖ: ἐκείνην ζῶσαν τεθνεῶσαν εὕροιμι.’ [4] μὲν οὖν ἐν τούτοις ἦν, διοικῶν μὲν τὰ Ἀψύρτου, ἐννοῶν δὲ ὅπως καὶ ποῦ τὴν Ἄνθειαν εὑρήσει: δὲ Λεύκων καὶ Ῥόδη ἤχθησαν εἰς Λυκίαν εἰς πόλιν Ξάνθον ῾ἀνώτερον δὲ θαλάσσης πόλις᾿ κἀνταῦθα ἐπράθησαν πρεσβύτῃ τινί, ὃς αὐτοὺς εἶχε μετὰ πάσης ἐπιμελείας, παῖδας αὑτοῦ νομίζων, καὶ γὰρ ἄτεκνος ἦν: διῆγον δὲ ἐν ἀφθόνοις μὲν πᾶσιν, ἐλύπουν δὲ αὐτοὺς Ἄνθεια καὶ Ἁβροκόμης οὐχ ὁρώμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: