previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 216] πρῶτα τὸ ὀστέον μέχρι διπλόης, ἔπειτα κηρωτῇσι καὶ ἐπιπλάσμασι χρέεσθαι. ἔς τ᾽ ἂν μῆνιγξ τῶν ὀστέων ἀποστῇ, τερέτρῳ χρὴ περικόπτειν τὰ γυμνὰ ἢν ἔτι σμικρὰ ἀντέχῃ μέχρι αὐτομάτου ἀποσπάσιος, ὅτε μέλαινά κοτε τουτέων καὶ παχείη εὑρεθῇ μῆνιγξ: καὶ ἐπὴν ἐς μύδησιν, καὶ κάθαρσιν, τοῦ ἰητροῦ εὐτόλμως ἀκεομένου, ἐς ὠτειλὴν ξυμβῇ τὸ τρῶμα, ὥνθρωπος ἐξῆλθε τῆς νούσου. ἐπὶ πᾶσι, φοινίξιες κεφαλῆς, ξυνήθεες μὲν, ὁκόσαι μοι ἐν τοῖσι πρόσθεν εἰρέαται: δυνατωτέρη δὲ διὰ τῶν κανθαρίδων : χρὴ δὲ ἐπίπροσθεν τῆς χρήσιος, τριῶν ἡμερῶν πίνειν γάλα ἐς τὴν τῆς κύστιος φυλακήν. κανθαρί δες γὰρ κάρτα σίνονται κύστιν. τάδε μὲν ὦν ἢν κεφαλὴ πεπόνθῃ.

ἢν δὲ τὰ μέσα εἰσάγῃ τὴν αἰτίην καὶ τάδε ἐπάγει τὴν νοῦσον, — ἥκιστα δὲ τάδε γίγνεται: ξυμπαθέει γὰρ κεφαλῇ τὰ μέσα μᾶλλον, ὡς ἐπὶ μεγάλῳ κακῷ, ἥπερ ἀρχὴ τῆς νούσου, — ὅκως δ᾽ οὖν ἴσχῃ, φλέβα τάμνειν τὴν ἐπ᾽ ἀγκῶνι καὶ ἐπὶ τῶνδε: ἀπὸ σπλάγχνων γὰρ Ρ῾οή: ἀτὰρ καὶ καθαίρειν τούσδε μᾶλλον τῶν ἄλλων, καὶ τῇ ἱερῇ, καὶ κνεώρῳ, καὶ κόκκῳ κνίδης: τάδε γὰρ φλεγμάτων ἀγωγά. τὸ δὲ καίριον αὐτέων σικύη: ἐπιθημάτων δὲ, καὶ ἐπιπλασμάτων, φόρτος εὔδηλος, καὶ πάντη γράφειν περιττὸν, εἰ μὴ ὁκόσον δύναμιν αὐτέων γινώσκειν, ὅτι χρὴ τοῖσδε λεπτῦναι, διαπνεῦσαι , εὔροα καὶ εὔπνοα ποιέειν: καὶ πεπτηρίοισι φαρμάκοισι , θερμοῖσι, ξηροῖσι, καὶ οὔρων ἀγωγοῖσι χρεόμενον, καὶ ἐν τροφῇ καὶ ἐν φαρμακίῃ: κρέσσον δὲ πάντων κάστορος ὄρχις, πινόμενος ἐν μελικρή τῳ πολλάκις τοῦ μηνὸς, ὁκόσα τε ποικίλα φάρμακα τωὐτὸν πρήσσει, διὰ τῶν θηρίων ποικίλη, καὶ τοῦ Μιθριδάτεω ἐπιποικιλωτέρη: πίνειν δὲ καὶ τὴν Βηστίνου: εὔπεπτα γὰρ καὶ εὔχυμα ταῦτα καὶ οὔρων ἀγωγά. ὁκόσα γὰρ χρὴ γράφειν τῶν ἁπλῶν φαρμάκων, αἵδε ἔχουσι αἱ δυνάμιες, κιννάμωμον καὶ κασίην, φύλλα τὰ μαλαβάθρου , καὶ πεπέριος καὶ σεσέλιος πάσας ἰδέας. καὶ τί γὰρ οὐκ ἂν εὕροις ἐν τοῖσδε τῶν δυνατωτάτων; λόγος, ὅτι καὶ γυπὸς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: