next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὁπόσοι μὲν ἐπεχείρησαν περὶ ἰητρικῆς λέγειν γράφειν, ὑπόθεσιν αὐτοὶ αὐτοῖς ὑποθέμενοι τῷ λόγῳ, θερμὸν ψυχρὸν ὑγρὸν ξηρὸν ἄλλο τι ἂν θέλωσιν, ἐς βραχὺ ἄγοντες τὴν ἀρχὴν τῆς αἰτίης τοῖσι ἀνθρώποισι νούσων τε καὶ θανάτου, καὶ πᾶσι τὴν αὐτήν, ἓν δύο ὑποθέμενοι, ἐν πολλοῖσι μὲν καὶ οἷσι λέγουσι καταφανέες εἰσὶ ἁμαρτάνοντες, μάλιστα δὲ ἄξιον μέμψασθαι, ὅτι ἀμφὶ τέχνης ἐούσης, χρέονταί τε πάντες ἐπὶ [10] τοῖσι μεγίστοισι καὶ τιμῶσι μάλιστα τοὺς ἀγαθοὺς χειροτέχνας καὶ δημιουργούς. εἰσὶν δὲ δημιουργοὶ οἱ μὲν φαῦλοι, οἱ δὲ πολλὸν διαφέροντες: ὅπερ, εἰ μὴ ἦν ἰητρικὴ ὅλως, μηδ᾽ ἐν αὐτῇ ἔσκεπτο μηδ᾽ εὕρητο μηδέν, οὐκ ἂν ἦν, ἀλλὰ πάντες ὁμοίως αὐτῆς ἄπειροί τε καὶ ἀνεπιστήμονες ἦσαν, τύχῃ δ᾽ ἂν πάντα τὰ τῶν καμνόντων διοικεῖτο. νῦν δ᾽ οὐχ οὕτως ἔχει, ἀλλ᾽ ὥσπερ καὶ τῶν ἄλλων τεχνέων πασέων οἱ δημιουργοὶ πολλὸν ἀλλήλων διαφέρουσιν κατὰ χεῖρα καὶ κατὰ γνώμην, οὕτω δὲ καὶ [20] ἐπὶ ἰητρικῆς. διὸ οὐκ ἠξίουν αὐτὴν ἔγωγε κενῆς [p. 14] ὑποθέσιος δεῖσθαι ὥσπερ τὰ ἀφανέα τε καὶ ἀπορεόμενα, περὶ ὧν ἀνάγκη, ἤν τις ἐπιχειρῇ τι λέγειν, ὑποθέσει χρῆσθαι, οἷον περὶ τῶν μετεώρων τῶν ὑπὸ γῆν: εἴ τις λέγοι καὶ γινώσκοι ὡς ἔχει, οὔτ᾽ ἂν αὐτῷ τῷ λέγοντι οὔτε τοῖς ἀκούουσι δῆλα ἂν εἴη, εἴτε ἀληθέα ἐστὶν εἴτε μή. οὐ γὰρ ἔστι [27] πρὸς τι χρὴ ἀνενέγκαντα εἰδέναι τὸ σαφές.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: