previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὁρμήσας δὲ ἐκεῖθεν ἐπὶ Φιμβρίαν πρὸς Θυατείροις στρατοπεδεύοντα καὶ πλησίον καταζεύξας, τάφρον τῷ στρατοπέδῳ περιέβαλεν. οἱ δὲ τοῦ Φιμβρίου στρατιῶται μονοχίτωνες ἐκ τοῦ στρατοπέδου προϊόντες ἠσπάζοντο τοὺς ἐκείνου καὶ συνελάμβανον αὐτοῖς τῶν ἔργων προθύμως. ὁρῶν δὲ Φιμβρίας τὴν μεταβολὴν καὶ τὸν Σύλλαν ὡς ἀδιάλλακτον δεδοικὼς αὐτὸς ἑαυτὸν ἐν τῷ στρατοπέδῳ διέφθειρε. [p. 406]

[2] Σύλλας δὲ κοινῇ μὲν ἐζημίωσε τὴν Ἀσίαν δισμυρίοις ταλάντοις, ἰδίᾳ δὲ τοὺς οἴκους ἐξέτριψεν ὕβρει καὶ πολιορκίᾳ1 τῶν ἐπισταθμευόντων. ἐτέτακτο γὰρ ἑκάστης ἡμέρας τῷ καταλύτῃ τὸν ξένον διδόναι τέσσαρα τετράδραχμα καὶ παρέχειν δεῖπνον αὐτῷ καὶ φίλοις, ὅσους ἂν ἐθέλῃ καλεῖν, ταξίαρχον δὲ πεντήκοντα δραχμὰς λαμβάνειν τῆς ἡμέρας, ἐσθῆτα δὲ ἄλλην μὲν οἰκουρῶν, ἄλλην δὲ εἰς ἀγορὰν προερχόμενος.

1 πολιορκίᾳ MSS., Coraës, Sintenis1, Bekker: πλεονεξίᾳ after Solanus.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: