previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ μοίρας ὡροσκοπούσης Ἐπειδὴ περὶ τοῦ πρώτου καὶ κυριωτάτου, τουτέστι τοῦ μορίου τῆς κατὰ τὴν ἐκτροπὴν ὥρας, ἀπορία γίνεται πολλάκις, μόνης μὲν ὡς ἐπὶ πᾶν τῆς δἰ ἀστρολάβων ὡροσκοπίων κατ̓ αὐτὴν τὴν ἔκτεξιν [p. 230] διοπτεύσεως τοῖς ἐπιστημονικῶς παρατηροῦσι τὸ λεπτὸν τῆς ὥρας ὑποβάλλειν δυναμένης, τῶν δ̓ ἄλλων σχεδὸν ἁπάντων ὡροσκοπίων, οἷς οἱ πλεῖστοι τῶν ἐπιμελεστέρων προσέχουσι, πολλαχῆ διαψεύδεσθαι τῆς ἀληθείας δυναμένων, τῶν μὲν ἡλιακῶν παρὰ τὰς τῶν θέσεων καὶ τῶν γνωμόνων ἐπισυμπιπτούσας διαστροφάς, τῶν δὲ δἰ ὑδρολογίων παρὰ τὰς τῆς ῥύσεως τοῦ ὕδατος ὑπὸ διαφόρων αἰτιῶν καὶ διὰ τὸ τυχὸν ἐποχάς τε καὶ ἀνωμαλίας, ἀναγκαῖον ἂν εἴη προπαραδοθῆναι τίνα ἄν τις τρόπον εὑρίσκοι τὴν ὀφείλουσαν ἀνατέλλειν μοῖραν τοῦ ζωδιακοῦ κατὰ τὸν φυσικὸν καὶ ἀκόλουθον λόγον, προυποτεθείσης τῆς κατὰ τὴν διδομένην σύνεγγυς ὥραν διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρισκομένης. δεῖ δὴ λαμβάνειν τὴν τῆς ἐκτροπῆς προγενομένην ἔγγιστα συζυγίαν, ἐάν τε σύνοδος ἐάν τε πανσέληνος, καὶ τὴν μοῖραν ἀκριβῶς διασκεψαμένους, συνόδου μὲν οὔσης τὴν ἀμφοτέρων τῶν φωτῶν, πανσελήνου δὲ τὴν τοῦ ὑπὲρ γῆν αὐτῶν [p. 232] ὄντος, κατά τε τὸν χρόνον τῆς ἐκτροπῆς ἰδεῖν τοὺς πρὸς αὐτὴν οἰκοδεσποτικὸν ἔχοντας λόγον τῶν ἀστέρων, τοῦ τρόπου καθ̓ ὅλου τοῦ κατὰ τὴν οἰκοδεσποτίαν ἐν πέντε τούτοις θεωρουμένου, τριγώνῳ τε καὶ οἴκῳ καὶ ὑψώματι καὶ ὁρίῳ καὶ φάσει συσχηματισμῷ, τουτέστιν ὅταν ἕν τι πλείονα τούτων καὶ πάντα ζητούμενος ἔχει τόπος πρὸς τὸν μέλλοντα οἰκοδεσποτήσειν. ἐὰν μὲν οὖν ἕνα πρὸς ταῦτα πάντα τὰ πλεῖστα οἰκείως διακείμενον εὑρίσκωμεν, ἣν ἂν ἐπέχῃ μοῖραν οὗτος ἀκριβῶς καθ̓ παροδεύει δωδεκατημόριον, ἐν τῷ τῆς ἐκτροπῆς χρόνῳ τὴν ἰσάριθμον αὐτῇ κρινοῦμεν ἀνατέλλειν ἐν τῷ διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρημένῳ ἐγγυτέρῳ δωδεκατημορίῳ. ἐὰν δὲ δύο καὶ πλείους συνοικοδεσποτοῦντας, οὗ ἂν αὐτῶν κατὰ τὴν ἐκτροπὴν μοιρικὴ πάροδος ἐγγύτερον ἔχῃ τὸν ἀριθμὸν τῇ κατὰ τὰς ἀναφορὰς ἀνατελλούσῃ, τούτου τῇ ποσότητι τῶν μοιρῶν καταχρησόμεθα. εἰ δὲ δύο καὶ πλείους ἐγγὺς εἶεν τῷ ἀριθμῷ, τῷ μᾶλλον ἔχοντι λόγον πρός τε τὰ κέντρα καὶ τὴν αἵρεσιν κατακολουθήσομεν: ἐὰν μέντοι πλείων διάστασις τῶν τῆς οἰκοδεσποτίας μοιρῶν πρὸς τὴν κατὰ τὸ ὁλοσχερὲς ὡροσκόπιον ἤπερ πρὸς τὴν κατὰ τὸ [p. 234] ὅμοιον μεσουράνημα, τῷ αὐτῷ ἀριθμῷ πρὸς τὴν μεσουρανοῦσαν μοῖραν καταχρησάμενοι, διὰ ταύτης καὶ τὰ λοιπὰ τῶν κέντρων διαστησόμεθα.

hide References (10 total)
  • Cross-references to this page (10):
    • Dictionary of Greek and Roman Geography (1854), ACHA´IA
    • Dictionary of Greek and Roman Geography (1854), ALE´RIA
    • Dictionary of Greek and Roman Geography (1854), CO´RSICA
    • Dictionary of Greek and Roman Geography (1854), CRITHO´TE
    • Dictionary of Greek and Roman Geography (1854), HIERON ACRON
    • Dictionary of Greek and Roman Geography (1854), MARIANA
    • Dictionary of Greek and Roman Geography (1854), MONA
    • Dictionary of Greek and Roman Geography (1854), O´RCELIS
    • Dictionary of Greek and Roman Geography (1854), PITANE
    • Smith's Bio, Aristarchus
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: