Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὑπονοίας καὶ ἀμφιλογίας, αἳ πρὸς
ἑτέρους ἀποκρύπτουσαι τὸ φραζόμενον, οὐ διέφευγον αὐτοὺς οὐδὲ
παρεκρούοντο τοὺς δεομένους καὶ προσέχοντας ὅθεν εὐηθέστατός ἐστιν ὁ
τῶν πραγμάτων ἑτέρων γεγονότων, εἰ μηκέτι
τὸν αὐτὸν ἡμῖν τρόπον ἀλλ᾽ ἕτερον οἴεται δεῖν βοηθεῖν ὁ θεός,
ἐγκαλῶν καὶ συκοφαντῶν.’
‘ἔτι τοίνυν οὐδὲν ἀπὸ ποιητικῆς λόγῳ χρησιμώτερον ὑπάρχει τοῦ
δεθέντα μέτροις τὰ φραζόμενα καὶ συμπλακέντα μᾶλλον μνημονεύεσθαι καὶ
κρατεῖσθαι. τοῖς μὲν οὖν τότε πολλὴν
ἔδει 1 μνήμην παρεῖναι πολλὰ γὰρ ἐφράζετο καὶ τόπων σημεῖα καὶ πράξεων
καιροὶ καὶ θεῶν ἱερὰ διαποντίων καὶ ἡρώων ἀπόρρητοι θῆκαι καὶ 2
δυσεξεύρετοι μακρὰν 3 ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.