Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
ἔστι γάρ, ἔστι Θηβαίους ταπεινοὺς ποιεῖν ἄνευ τοῦ Λακεδαιμονίους ἰσχυροὺς καθιστάναι, καὶ πολύ γε ῥᾷον: ὡς δ᾽, ἐγὼ πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν. ἴσμεν ἅπαντες τοῦθ᾽ ὅτι τὰ μὲν δίκαια πάντες, ἐὰν καὶ μὴ βούλωνται, μέχρι τού γ᾽ αἰσχύνονται μὴ πράττειν, τοῖς δ᾽ ἀδίκοις ἐναντιοῦνται φανερῶς, ἄλλως τε κἄν τινες βλάπτωνται: καὶ τοῦτο λυμαινόμενον πάνθ᾽ εὑρήσομεν, καὶ ταύτην ἀρχὴν οὖσαν πάντων τῶν κακῶν, τὸ μὴ 'θέλειν τὰ δίκαια πράττειν ἁπλῶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.