Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὁ δὲ
κρητισμῷ χρησάμενος τὰ μὲν χρήματα νύκτωρ ἀνέλαβεν, ἐκεῖνον δὲ τῆς ἑτέρας νυκτὸς ἥκειν κελεύσας ἐπὶ τὸν πρὸς τῷ
Δημητρίῳ λιμένα μετὰ τῶν τέκνων καὶ θεραπείας ἀναγκαίας, εὐθὺς ἀφ᾽ ἑσπέρας ἀπέπλευσεν.
ὁ δὲ
Περσεὺς οἰκτρὰ μὲν ἔπασχε διὰ στενῆς θυρίδος παρὰ τὸ τεῖχος ἐκμηρυόμενος αὑτὸν καὶ παιδία καὶ γυναῖκα πόνων καὶ πλάνης ἀπείρους, οἰκτρότατον δὲ στεναγμὸν ἀφῆκεν, ὥς τις αὐτῷ πλανωμένῳ παρὰ τὸν αἰγιαλὸν ἤδη πελάγιον τὸν
[p. 424]
Ὀροάνδην θέοντα κατιδὼν ἔφρασεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.