previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἧττον δὲ ταῦτα θαυμαστά, καίπερ ὄντα θαυμάσια, ποιοῦσιν αἱ νόησιν ἀριθμοῦ καὶ δύναμιν τοῦ ἀριθμεῖν ἔχουσαι φύσεις, ὥσπερ ἔχουσιν αἱ περὶ Σοῦσα βόες: εἰσὶ γὰρ αὐτόθι τὸν βασιλικὸν παράδεισον ἄρδουσαι περιάκτοις ἀντλήμασιν, ὧν ὥρισται τὸ πλῆθος: ἑκατὸν γὰρ ἑκάστη βοῦς ἀναφέρει καθ᾽ ἡμέραν ἑκάστην ἀντλήματα πλείονα δ᾽ οὐκ ἔστιν οὔτε λαβεῖν οὔτε βιάσασθαι βουλόμενον: ἀλλὰ καὶ πείρας ἕνεκα πολλάκις προστιθέντων, ὑφίσταται καὶ οὐ πρόεισιν, ἀποδοῦσα τὸ τεταγμένον: οὕτως ἀκριβῶς συντίθησι καὶ καταμνημονεύει τὸ κεφάλαιον, ὡς Κτησίας Κνίδιος ἱστόρηκε. Λίβυες δ᾽ [p. 53] Αἰγυπτίων καταγελῶσι μυθολογούντων περὶ τοῦ ὄρυγος, ὡς φωνὴν ἀφιέντος ἡμέρας ἐκείνης καὶ ὥρας ἧς ἐπιτέλλει τὸ ἄστρον, Σῶθιν αὐτοὶ Κύνα δὲ καὶ Σείριον ἡμεῖς καλοῦμεν: τὰς γὰρ αὑτῶν ὁμοῦ πάσας αἶγας, ὅταν ἀνάσχῃ μεθ᾽ ἡλίου τὸ ἄστρον ἀτρεκῶς, ἐκεῖ στρεφομένας ἀποβλέπειν πρὸς τὴν ἀνατολὴν καὶ τεκμήριον τοῦτο τῆς περιόδου βεβαιότατον εἶναι καὶ μάλιστα τοῖς μαθηματικοῖς κανόσιν ὁμολογούμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: