previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τὸν Ἀνταίου θάνατον παρελθὼν εἰς Αἴγυπτον ἀνεῖλε Βούσιριν τὸν βασιλέα ξενοκτονοῦντα τοὺς παρεπιδημοῦντας. διεξιὼν δὲ τὴν ἄνυδρον τῆς Λιβύης, καὶ περιτυχὼν χώρᾳ καταρρύτῳ καὶ καρποφόρῳ, πόλιν ἔκτισε θαυμαστὴν τῷ μεγέθει, τὴν ὀνομαζομένην Ἑκατόμπυλον, ἔθετο τὴν προσηγορίαν ἀπὸ τοῦ πλήθους τῶν κατ᾽ αὐτὴν πυλῶν. διαμεμένηκε δὲ ταύτης τῆς πόλεως εὐδαιμονία μέχρι τῶν νεωτέρων καιρῶν, ἐν οἷς Καρχηδόνιοι δυνάμεσιν ἀξιολόγοις καὶ στρατηγοῖς ἀγαθοῖς στρατεύσαντες [p. 424] [2] ἐπ᾽ αὐτὴν κύριοι κατέστησαν. δ᾽ Ἡρακλῆς πολλὴν τῆς Λιβύης ἐπελθὼν παρῆλθεν ἐπὶ τὸν πρὸς Γαδείροις ὠκεανόν, καὶ στήλας ἔθετο καθ᾽ ἑκατέραν τῶν ἠπείρων. συμπαραπλέοντος δὲ τοῦ στόλου διαβὰς εἰς τὴν Ἰβηρίαν, καὶ καταλαβὼν τοὺς Χρυσάορος υἱοὺς τρισὶ δυνάμεσι μεγάλαις κατεστρατοπεδευκότας ἐκ διαστήματος, πάντας τοὺς ἡγεμόνας ἐκ προκλήσεως ἀνελὼν καὶ τὴν Ἰβηρίαν χειρωσάμενος ἀπήλασε τὰς διωνομασμένας τῶν βοῶν ἀγέλας. [3] διεξιὼν δὲ τὴν τῶν Ἰβήρων χώραν, καὶ τιμηθεὶς ὑπό τινος τῶν ἐγχωρίων βασιλέως, ἀνδρὸς εὐσεβείᾳ καὶ δικαιοσύνῃ διαφέροντος, κατέλιπε μέρος τῶν βοῶν ἐν δωρεαῖς τῷ βασιλεῖ. δὲ λαβὼν ἁπάσας καθιέρωσεν Ἡρακλεῖ, καὶ κατ᾽ ἐνιαυτὸν ἐκ τούτων ἔθυεν αὐτῷ τὸν καλλιστεύοντα τῶν ταύρων: τὰς δὲ βοῦς τηρουμένας συνέβη ἱερὰς διαμεῖναι κατὰ τὴν Ἰβηρίαν μέχρι τῶν καθ᾽ ἡμᾶς καιρῶν. [4] ἡμεῖς δ᾽ ἐπεὶ περὶ τῶν Ἡρακλέους στηλῶν ἐμνήσθημεν, οἰκεῖον εἶναι νομίζομεν περὶ αὐτῶν διελθεῖν. Ἡρακλῆς γὰρ παραβαλὼν εἰς τὰς ἄκρας τῶν ἠπείρων τὰς παρὰ τὸν ὠκεανὸν κειμένας τῆς τε Λιβύης καὶ τῆς Εὐρώπης ἔγνω τῆς στρατείας θέσθαι στήλας ταύτας. βουλόμενος δ᾽ ἀείμνηστον ἔργον ἐπ᾽ αὐτῷ συντελέσαι, [5] φασὶ τὰς ἄκρας ἀμφοτέρας ἐπὶ πολὺ προχῶσαι: διὸ καὶ πρότερον διεστηκυίας ἀπ᾽ ἀλλήλων πολὺ διάστημα, συναγαγεῖν τὸν πόρον εἰς στενόν, ὅπως ἁλιτενοῦς καὶ στενοῦ γενομένου κωλύηται τὰ μεγάλα [p. 425] κήτη διεκπίπτειν ἐκ τοῦ ὠκεανοῦ πρὸς τὴν ἐντὸς θάλατταν, ἅμα δὲ καὶ διὰ τὸ μέγεθος τῶν ἔργων μένῃ ἀείμνηστος δόξα τοῦ κατασκευάσαντος: ὡς δέ τινές φασι, τοὐναντίον τῶν ἠπείρων ἀμφοτέρων συνεζευγμένων διασκάψαι ταύτας, καὶ τὸν πόρον ἀνοίξαντα ποιῆσαι τὸν ὠκεανὸν μίσγεσθαι τῇ καθ᾽ ἡμᾶς θαλάττῃ. ἀλλὰ περὶ μὲν τούτων ἐξέσται σκοπεῖν ὡς ἂν ἕκαστος ἑαυτὸν πείθῃ. [6] τὸ παραπλήσιον δὲ τούτοις ἔπραξε πρότερον κατὰ τὴν Ἑλλάδα. περὶ μὲν γὰρ τὰ καλούμενα Τέμπη τῆς πεδιάδος χώρας ἐπὶ πολὺν τόπον λιμναζούσης διέσκαψε τὸν συνεχῆ τόπον, καὶ κατὰ τῆς διώρυχος δεξάμενος ἅπαν τὸ κατὰ τὴν λίμνην ὕδωρ ἐποίησε τὰ πεδία φανῆναι τὰ κατὰ τὴν Θετταλίαν παρὰ τὸν Πηνειὸν ποταμόν: [7] ἐν δὲ τῇ Βοιωτίᾳ τοὐναντίον ἐμφράξας τὸ περὶ τὸν Μινύειον Ὀρχομενὸν ῥεῖθρον ἐποίησε λιμνάζειν: τὴν χώραν καὶ φθαρῆναι τὰ κατ᾽ αὐτὴν ἅπαντα. ἀλλὰ τὰ μὲν κατὰ τὴν Θετταλίαν ἔπραξεν εὐεργετῶν τοὺς Ἕλληνας, τὰ δὲ κατὰ τὴν Βοιωτίαν τιμωρίαν λαμβάνων παρὰ τῶν τὴν Μινυάδα κατοικούντων διὰ τὴν τῶν Θηβαίων καταδούλωσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: