previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐνταῦθα δὲ θυσίαν ἐπιτελῶν ἀπέστειλε Λίχαν τὸν ὑπηρέτην εἰς Τραχῖνα πρὸς τὴν γυναῖκα Δηιάνειραν: τούτῳ δὲ προστεταγμένον ἦν αἰτῆσαι χιτῶνα καὶ ἱμάτιον, οἷς εἰώθει χρῆσθαι πρὸς τὰς θυσίας. δὲ Δηιάνειρα πυθομένη τοῦ Λίχα τὴν πρὸς Ἰόλην φιλοστοργίαν καὶ βουλομένη πλέον ἑαυτὴν ἀγαπᾶσθαι, τὸν χιτῶνα ἔχρισε τῷ παρὰ τοῦ Κενταύρου δεδομένῳ πρὸς ἀπώλειαν φίλτρῳ. [2] μὲν οὖν Λίχας ἀγνοῶν περὶ τούτων ἀπήνεγκε τὴν ἐσθῆτα πρὸς τὴν θυσίαν: δ᾽ Ἡρακλῆς ἐνδὺς τὸν κεχριμένον χιτῶνα, καὶ κατ᾽ ὀλίγον τῆς τοῦ σηπτικοῦ φαρμάκου δυνάμεως ἐνεργούσης, περιέπεσε συμφορᾷ τῇ μεγίστῃ. τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς ἐχίδνης ἰὸν ἀνειληφυίας, καὶ διὰ τοῦτο τοῦ χιτῶνος διὰ τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμαινομένου, περιαλγὴς γενόμενος Ἡρακλῆς τὸν μὲν διακονήσαντα Λίχαν ἀπέκτεινε, τὸ δὲ στρατόπεδον ἀπολύσας ἐπανῆλθεν εἰς τὴν Τραχῖνα. [3] ἀεὶ δὲ μᾶλλον τῇ νόσῳ βαρυνόμενος αὐτὸς μὲν ἀπέστειλεν εἰς Δελφοὺς Λικύμνιον [p. 457] καὶ Ἰόλαον ἐπερωτήσοντας τὸν Ἀπόλλωνα τί χρὴ περὶ τῆς νόσου πράττειν, Δηιάνειρα δὲ τὸ μέγεθος τῆς Ἡρακλέους συμφορᾶς καταπεπληγμένη, καὶ συνειδυῖα ἑαυτῇ τὴν ἁμαρτίαν, ἀγχόνῃ τὸν βίον κατέστρεψεν. δὲ θεὸς ἔχρησε κομισθῆναι τὸν Ἡρακλέα μετὰ τῆς πολεμικῆς διασκευῆς εἰς τὴν Οἴτην, κατασκευάσαι δὲ πλησίον αὐτοῦ πυρὰν εὐμεγέθη: [4] περὶ δὲ τῶν λοιπῶν ἔφησε Διὶ μελήσειν. τῶν δὲ περὶ τὸν Ἰόλαον ποιησάντων τὰ προστεταγμένα καὶ ἐκ διαστήματος ἀποθεωρούντων τὸ ἀποβησόμενον, μὲν Ἡρακλῆς ἀπογνοὺς τὰ καθ᾽ ἑαυτόν, καὶ παρελθὼν εἰς τὴν πυράν, παρεκάλει τὸν ἀεὶ προσιόντα ὑφάψαι τὴν πυράν. οὐδενὸς δὲ τολμῶντος ὑπακοῦσαι μόνος Φιλοκτήτης ἐπείσθη: λαβὼν δὲ τῆς ὑπουργίας χάριν τὴν τῶν τόξων δωρεὰν ἧψε τὴν πυράν. εὐθὺς δὲ καὶ κεραυνῶν ἐκ τοῦ περιέχοντος πεσόντων, πυρὰ πᾶσα κατεφλέχθη. [5] μετὰ δὲ ταῦτα οἱ μὲν περὶ τὸν Ἰόλαον ἐλθόντες ἐπὶ τὴν ὀστολογίαν, καὶ μηδὲν ὅλως ὀστοῦν εὑρόντες, ὑπέλαβον τὸν Ἡρακλέα τοῖς χρησμοῖς ἀκολούθως ἐξ ἀνθρώπων εἰς θεοὺς μεθεστάσθαι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: