previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λείπεται δ᾽ ἡμῖν περὶ τῆς τῶν Λιπαραίων πόλεως τὰς αἰτίας ἀποδοῦναι, δι᾽ ἃς ἐν τοῖς ὕστερον χρόνοις ἔλαβεν αὔξησιν οὐ μόνον πρὸς εὐδαιμονίαν, ἀλλὰ καὶ πρὸς δόξαν. αὕτη γὰρ λιμέσι τε καλοῖς ὑπὸ τῆς φύσεως κεκόσμηται καὶ θερμοῖς ὕδασι τοῖς διαβεβοημένοις: οὐ μόνον γὰρ πρὸς ὑγίειαν τῶν νοσούντων τὰ κατ᾽ αὐτὴν λουτρὰ πολλὰ συμβάλλεται, ἀλλὰ καὶ κατὰ τὴν τῶν θερμῶν ὑδάτων ἰδιότητα παρέχεται τέρψιν καὶ ἀπόλαυσιν οὐ [p. 17] τὴν τυχοῦσαν. διόπερ πολλοὶ τῶν κατὰ τὴν Σικελίαν ὑπὸ νόσων ἰδιοτρόπων ἐνοχλούμενοι καταντῶσιν εἰς αὐτήν, καὶ τοῖς λουτροῖς χρώμενοι παραδόξως ὑγιεῖς καθίστανται. [2] ἔχει δ᾽ νῆσος αὕτη τὰ διαβεβοημένα μέταλλα τῆς στυπτηρίας, ἐξ ἧς λαμβάνουσιν οἱ Λιπαραῖοι καὶ Ῥωμαῖοι μεγάλας προσόδους. οὐδαμοῦ γὰρ τῆς οἰκουμένης τῆς στυπτηρίας γινομένης καὶ πολλὴν χρείαν παρεχομένης, εἰκότως μονοπώλιον ἔχοντες καὶ τὰς τιμὰς ἀναβιβάζοντες πλῆθος χρημάτων λαμβάνουσιν ἄπιστον: ἐν μόνῃ γὰρ τῇ νήσῳ Μήλῳ φύεται μικρά τις στυπτηρία, μὴ δυναμένη διαρκεῖν πολλαῖς πόλεσιν. [3] ἔστι δὲ καὶ νῆσος τῶν Λιπαραίων μικρὰ μὲν τὸ μέγεθος, καρποφόρος δὲ ἱκανῶς καὶ τὰ πρὸς ἀνθρώπων τρυφὴν ἔχουσα διαφερόντως: καὶ γὰρ ἰχθύων παντοδαπῶν παρέχεται πλῆθος τοῖς κατοικοῦσι καὶ τῶν ἀκροδρύων τὰ μάλιστα δυνάμενα παρέχεσθαι τὴν ἐκ τῆς ἀπολαύσεως ἡδονήν. καὶ περὶ μὲν Λιπάρας καὶ τῶν ἄλλων τῶν Αἰόλου νήσων καλουμένων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: