previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὴν δ᾽ ἀντιπέρας τῶν νήσων κατ᾽ ἐκείνους τοὺς καιροὺς συνέβη διὰ τὸν κατακλυσμὸν μεγάλας καὶ [p. 117] δεινὰς κατασχεῖν ἀτυχίας: διὰ μὲν γὰρ τὰς ἐπομβρίας ἐπὶ πολλοὺς χρόνους ἐφθαρμένων τῶν καρπῶν σπάνις τε τῶν ἐπιτηδείων ὑπῆρχε καὶ λοιμικὴ κατάστασις ἐπεῖχε τὰς πόλεις διὰ τὴν τοῦ ἀέρος φθοράν. [2] αἱ δὲ νῆσοι διαπνεόμεναι καὶ τὸν ἀέρα παρεχόμεναι τοῖς ἐνοικοῦσιν ὑγιεινόν, ἔτι δὲ τοῖς καρποῖς ἐπιτυγχάνουσαι, ἀεὶ μᾶλλον εὐπορίας ἔγεμον, καὶ ταχὺ τοὺς κατοικοῦντας αὐτὰς μακαρίους ἐποίησαν. διὸ καὶ μακάρων ὠνομάσθησαν νῆσοι, τῆς εὐπορίας τῶν ἀγαθῶν αἰτίας γενομένης τῆς προσηγορίας. [3] ἔνιοι δέ φασιν αὐτὰς μακάρων νήσους ὠνομάσθαι ἀπὸ Μακαρέως καὶ Ἴωνος ὑπὸ τῶν παίδων τούτων δυναστευσάντων αὐτῶν. καθόλου δ᾽ αἱ προειρημέναι νῆσοι διήνεγκαν εὐδαιμονίᾳ μάλιστα τῶν σύνεγγυς κειμένων οὐ μόνον κατὰ τοὺς ἀρχαίους χρόνους, ἀλλὰ καὶ κατὰ τὴν ἡμετέραν ἡλικίαν: [4] ἀρετῇ γὰρ χώρας καὶ τόπων εὐκαιρίαις, ἔτι δ᾽ ἀέρων κράσει, καλλιστεύουσαι κατὰ λόγον καλοῦνται καὶ πρὸς ἀλήθειαν εἰσὶν εὐδαίμονες. αὐτὸς δ᾽ Μακαρεὺς ἐν τῇ Λέσβῳ βασιλεύων πρῶτον μὲν νόμον ἔγραψε πολλὰ τῶν κοινῇ συμφερόντων περιέχοντα, ὠνόμασε δ᾽ αὐτὸν λέοντα, ἀπὸ τῆς τοῦ ζῴου δυνάμεως καὶ ἀλκῆς θέμενος τὴν προσηγορίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: